Reader
Reader | Hymn to Zeus, Hymn 1
Hymn to Zeus
Cleanthes of Assos
Text
Position
Line 1 of 39
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 1 | Primary Κύδιστ᾽ ἀθανάτων, πολυώνυμε, παγκρατὲς ἀεὶ |
| 2 | Primary Ζεῦ, φύσεως ἀρχηγέ, νόμου μέτα πάντα κυβερνῶν, |
| 3 | Primary χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν. |
| 4 | Primary ἐκ σοῦ γὰρ γένος ἐσμέν, ἑνὸς |
| 5 | Primary μίμημα λαχόντες |
| 6 | Primary μοῦνον, ὅσα ζώει τε καὶ ἕρπει θνήτ᾽ ἐπὶ γαῖαν. |
| 7 | Primary τῷ σε καθυμνήσω, καὶ σὺν κράτος αἰὲν ἀείσω. |
| 8 | Primary σοὶ δὴ πᾶς ὅδε κόσμος ἑλισσόμενος περὶ γαῖαν |
| 9 | Primary πείθεται, ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται· |
| 10 | Primary τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν |
| 11 | Primary ἀμφήκη, πυρόεντα, ἀειζώοντα κεραυνόν. |
| 12 | Primary τοῦ γὰρ ὑπὸ πληγῆς φύσεως πάντ᾽ ἐρρίγασιν, |
| 13 | Primary ᾧ σὺ κατευθύνεις κοινὸν λόγον ὃς διὰ πάντων |
| 14 | Primary φοιτᾷ, μιγνύμενος μεγάλους μικροῖς τε φάεσσιν, |
| 15 | Primary ὡς τόσσος γεγαὼς, ὕπατος βασιλεὺς διὰ παντός. |
| 16 | Primary οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθανὶ σοῦ δίχα, δαῖμον, |
| 17 | Primary οὔτε κατ' αἰθέριον θεῖον πόλον οὔτ᾽ ἐνὶ πόντῳ, |
| 18 | Primary πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέρῃσιν ἀνοίαις. |
| 19 | Primary ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι, |
| 20 | Primary καὶ κοσμεῖν τὰ ἄκοσμα, καὶ οὐ φίλα σοὶ φίλα ἐστίν. |
| 21 | Primary ὧδε γὰρ εἰς ἕν ἅπαντα συνήρμοκας ἐσθλὰ κακοῖσιν, |
| 22 | Primary ὥσθ᾽ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα, |
| 23 | Primary ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσι |
| 24 | Primary δύσμοροι, οἵ τ᾽ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες |
| 25 | Primary οὔτ᾽ ἐσορῶσι θεοῦ κοινὸν νόμον, οὔτε κλύουσιν, |
| 26 | Primary ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν, |
| 27 | Primary αὐτοὶ δ᾽ αὖθ᾽ ὁρμῶσιν ἄνευ καλοῦ ἄλλος ἐπ᾽ ἄλλα. |
| 28 | Primary οἱ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες, |
| 29 | Primary οἱ δ᾽ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ, |
| 30 | Primary ἄλλοι δ᾽ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα, |
| 31 | Primary σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι, |
| 32 | Primary ἀλλὰ Ζεῦ πάνδωρε, κελαινεφές, ἀρχικέραυνε, |
| 33 | Primary ἀνθρώπους ῥύσιο ἀπειροσύνης ἀπὸ λυγρῆς, |
| 34 | Primary ἣν σύ, πάτερ, σκέδασον ψυχῆς ἀπο, δὸς δὲ κυρῆσαι |
| 35 | Primary γνώμης, ᾗ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾷς, |
| 36 | Primary ὄφρ᾽ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ |
| 37 | Primary ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε |
| 38 | Primary θνητὸν ἐόντ᾽, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον, |
| 39 | Primary οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν. |