Reader
Reader | Homeric Hymns, Hymn 15
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 9
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγʼ ἄριστον |
| 2 | Primary γείνατʼ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισιν |
| 3 | Primary Ἀλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι· |
| 4 | Primary ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσαν |
| 5 | Primary πλαζόμενος πομπῇσιν ὕπʼ Εὐρυσθῆος ἄνακτος |
| 6 | Primary πολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δʼ ἀνέτλη· |
| 7 | Primary νῦν δʼ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπου |
| 8 | Primary ναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην. |
| 9 | Primary χαῖρε, ἄναξ, Διὸς υἱέ· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον. |