Reader
Reader | Orphic Hymns, Hymn 10
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 23
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 11.1 | Primary Πᾶνα καλῶ κρατερόν, νόμιον, κόσμοιο τὸ σύμπαν, |
| 11.2 | Primary οὐρανὸν ἠδὲ θάλασσαν ἰδὲ χθόνα παμβασίλειαν |
| 11.3 | Primary καὶ πῦρ ἀθάνατον· τάδε γὰρ μέλε’ ἐστὶ τὰ Πανός, |
| 11.4 | Primary ἐλθέ, μάκαρ, σκιρτητά, περίδρομε, σύνθρονος Ὥραις, |
| 11.5 | Primary αἰγομελές, βακχευτά, φιλένθεος, ἀντροδίαιτε, |
| 11.6 | Primary ἁρμονίην κόσμοιο κρέκων φιλοπαίγμονι μολπῇ, |
| 11.7 | Primary φαντασιῶν ἐπαρωγέ, φόβων ἔκπαγλε βροτείων, |
| 11.8 | Primary αἰγονόμοις χαίρων ἀνὰ πίδακας ἠδέ τε βούταις, |
| 11.9 | Primary εὔσκοπε, θηρητήρ, Ἠχοῦς φίλε, σύγχορε νυμφῶν, |
| 11.10 | Primary παντοφυές, γενέτορ πάντων, πολυώνυμε δαῖμον, |
| 11.11 | Primary κοσμοκράτωρ, αὐξητά, φαεσφόρε, κάρπιμε Παιάν, |
| 11.12 | Primary ἀντροχαρές, βαρύμηνις, ἀληθὴς Ζεὺς ὁ κεράστης. |
| 11.13 | Primary σοὶ γὰρ ἀπειρέσιον γαίης πέδον ἐστήρικται, |
| 11.14 | Primary εἴκει δ’ ἀκαμάτου πόντου τὸ βαθύρροον ὕδωρ |
| 11.15 | Primary Ὠκεανός τε πέριξ ἐν ὕδασι γαῖαν ἑλίσσων, |
| 11.16 | Primary ἠέριόν τε μέρισμα τροφῆς, ζωοῖσιν ἔναυσμα, |
| 11.17 | Primary καὶ κορυφῆς ἐφύπερθεν ἐλαφροτάτου πυρὸς ὄμμα. |
| 11.18 | Primary βαίνει γὰρ τάδε ῥεῖα πολύκριτα σῇσιν ἐφετμαῖς· |
| 11.19 | Primary ἀλλάσσεις δὲ φύσεις πάντων ταῖς σῇσι προνοίαις |
| 11.20 | Primary βόσκων ἀνθρώπων γενεὴν κατ’ ἀπείρονα κόσμον. |
| 11.21 | Primary ἀλλά, μάκαρ, βακχευτά, φιλένθεε, βαῖν’ ἐπὶ λοιβαῖς |
| 11.22 | Primary εὐιέροις, ἀγαθὴν δ’ ὄπασον βιότοιο τελευτὴν |
| 11.23 | Primary Πανικὸν ἐκπέμπων οἶστρον ἐπὶ τέρματα γαίης. |