Reader
Reader | Orphic Hymns, Hymn 18
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 23
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 19.1 | Primary Ζεῦ πάτερ, ὑψίδρομον πυρσαυγέα κόσμον ἐλαύνων, |
| 19.2 | Primary στράπτων αἰθερίου στεροπῆς πανυπέρτατον αἴγλην, |
| 19.3 | Primary παμμακάρων ἕδρανον θείαις βροντῇσι τινάσσων, |
| 19.4 | Primary νάμασι παννεφέλοις στεροπὴν φλεγέθουσαν ἀναίθων, |
| 19.5 | Primary λαίλαπας, ὄμβρους, πρηστῆρας κρατερούς τε κεραυνούς, |
| 19.6 | Primary βάλλων εὐροθίους, φλογερούς, νεφέεσσι καλύπτων |
| 19.7 | Primary παμφλέκτους, κραιπνούς, φρικώδεας, ὀβριμοθύμους, |
| 19.8 | Primary πτηνὸν ὅπλον δεινόν, κλονοκάρδιον, ὀρθοέθειρον, |
| 19.9 | Primary αἰφνίδιον, βρονταῖον, ἀνίκητον βέλος ἁγνὸν |
| 19.10 | Primary ῥοίζου ἀπειρεσίου δινεύμασι, παμφάγον ὁρμῇ, |
| 19.11 | Primary ἄρρηκτον, βαρύθυμον, ἀμαιμάκετον πρηστῆρος |
| 19.12 | Primary οὐράνιον βέλος ὀξὺ καταιβάτου αἰθαλόεντος, |
| 19.13 | Primary ὃν καὶ γαῖα πέφρικε θάλασσά τε παμφανόωντα, |
| 19.14 | Primary καὶ θῆρες πτήσσουσιν, ὅτ’ ἂν κτύπος οὖας ἐσέλθῃ· |
| 19.15 | Primary μαρμαίρει δὲ πρόσωπ’ αὐγαῖς, σμαραγεῖ δὲ κεραυνὸς |
| 19.16 | Primary αἰθέρος ἐν γυάλοισι· διαρρήξας δὲ χιτῶνα, |
| 19.17 | Primary οὐράνιον προκάλυμμ’ ἀφίεις ἀργῆτα κεραυνόν. |
| 19.18 | Primary ἀλλά, μάκαρ, θυμὸν βαρὺν ἔμβαλε κύμασι πόντου, |
| 19.19 | Primary ἠδ’ ὀρέων κορυφῇσι· τὸ σὸν κράτος ἴσμεν ἅπαντες. |
| 19.20 | Primary ἀλλὰ χάριν λοιβῆς σὺ δίδου, φρεσὶν αἴσιμα πάντα, |
| 19.21 | Primary ζωήν τ’ ὀλβιόθυμον, ὁμοῦ θ’ ὑγίειαν ἄνασσαν |
| 19.22 | Primary εἰρήνην τε θεάν, κουροτρόφον, ἀγλαότιμον, |
| 19.23 | Primary καὶ βίον εὐθύμοισιν ἀεὶ θάλλοντα λογισμοῖς. |