Reader
Reader | Orphic Hymns, Hymn 21
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 10
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 22.1 | Primary Ὠκεανοῦ καλέω νύμφην, γλαυκώπιδα Τηθύν, |
| 22.2 | Primary κυανόπεπλον ἄνασσαν, εὔτροχα κυμαίνουσαν, |
| 22.3 | Primary αὔραις ἡδυπνόοισι πατασσομένην περὶ γαῖαν. |
| 22.4 | Primary θραύουσ’ αἰγιαλοῖσι πέτρῃσί τε κύματα μακρά, |
| 22.5 | Primary εὐδίοις ἁπαλοῖσι γαληνιόωσα δρόμοισι, |
| 22.6 | Primary νηυσὶν ἀγαλλομένη, θηροτρόφος, ὑγροκέλευθε, |
| 22.7 | Primary μῆτερ μὲν Κύπριδος, μῆτερ νεφέων ἐρεβεννῶν, |
| 22.8 | Primary καὶ πάσης πηγῆς νυμφῶν νασμοῖσι βρυούσης· |
| 22.9 | Primary κλῦθί μευ, ὦ πολύσεμνε, καὶ εὐμενέουσ’ ἐπαρήγοις, |
| 22.10 | Primary εὐθυδρόμοις οὖρον νηυσὶν πέμπουσα, μάκαιρα. |