Reader
Reader | Orphic Hymns, Hymn 37
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 25
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 38.1 | Primary Χαλκόκροτοι Κουρῆτες, Ἀρήια τεύχε’ ἔχοντες, |
| 38.2 | Primary οὐράνιοι χθόνιοί τε καὶ εἰνάλιοι, πολύολβοι, |
| 38.3 | Primary ζωιογόνοι πνοιαί, κόσμου σωτῆρες ἀγαυοί, |
| 38.4 | Primary οἵτε Σαμοθρῄκην, ἱερὴν χθόνα, ναιετάοντες |
| 38.5 | Primary κινδύνους θνητῶν ἀπερύκετε ποντοπλανήτων· |
| 38.6 | Primary ὑμεῖς καὶ τελετὴν πρῶτοι μερόπεσσιν ἔθεσθε, |
| 38.7 | Primary ἀθάνατοι Κουρῆτες, Ἀρήια τεύχε’ ἔχοντες· |
| 38.8 | Primary νωμᾶτ’ Ὠκεανόν, νωμᾶθ’ ἅλα δένδρεά θ' αὕτως· |
| 38.9 | Primary ἐρχόμενοι γαῖαν κοναβίζετε ποσσὶν ἐλαφροῖς, |
| 38.10 | Primary μαρμαίροντες ὅπλοις· πτήσσουσι δὲ θῆρες ἅπαντες |
| 38.11 | Primary ὁρμώντων, θόρυβος δὲ βοή τ’ εἰς οὐρανὸν ἵκει, |
| 38.12 | Primary εἱλιγμοῖς τε ποδῶν κονίη νεφέλας ἀφικάνει |
| 38.13 | Primary ἐρχομένων· τότε δή ῥα καὶ ἄνθεα πάντα τέθηλε. |
| 38.14 | Primary δαίμονες ἀθάνατοι, τροφέες καὶ αὖτ’ ὀλετῆρες, |
| 38.15 | Primary ἡνίκ’ ἂν ὁρμαίνητε χολούμενοι ἀνθρώποισιν |
| 38.16 | Primary ὀλλύντες βίοτον καὶ κτήματα ἠδὲ καὶ αὐτοὺς |
| 38.17 | Primary πιμπλάντες’ στοναχεῖ δὲ μέγας πόντος βαθυδίνης, |
| 38.18 | Primary δένδρη δ’ ὑψικάρην’ ἐκ ῥιζῶν ἐς χθόνα πίπτει, |
| 38.19 | Primary ἠχὼ δ' οὐρανίη κελαδεῖ ῥοιζήμασι φύλλων. |
| 38.20 | Primary Κουρῆτες Κορύβαντες, ἀνάκτορες εὐδύνατοί τε |
| 38.21 | Primary ἐν Σαμοθρῃκῃ ἄνακτες, ὁμοῦ Ζηνὸς κόροι αὐτοί, |
| 38.22 | Primary πνοιαὶ ἀέναοι, ψυχοτρόφοι, ἀεροειδεῖς, |
| 38.23 | Primary οἵτε καὶ οὐράνιοι δίδυμοι κλήιζεσθ’ ἐν Ὀλύμπῳ, |
| 38.24 | Primary εὔπνοοι, εὔδιοι, σωτήριοι ἠδὲ προσηνεῖς· |
| 38.25 | Primary ὡροτρόφοι, φερέκαρποι ἐπιπνείοιτε ἄνακτες. |