Reader
Reader | Orphic Hymns, Hymn 39
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 20
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 40.1 | Primary Δηοῖ, παμμήτειρα θεά, πολυώνυμε δαῖμον, |
| 40.2 | Primary σεμνὴ Δήμητερ, κουροτρόφος, ὀλβιοδῶτι, |
| 40.3 | Primary πλουτοδότειρα θεά, σταχυοτρόφε, παντοδότειρα, |
| 40.4 | Primary εἰρήνῃ χαίρουσα καὶ ἐργασίαις πολυμόχθοις, |
| 40.5 | Primary σπερμείη, σωρῖτις, ἀλωαίη, χλοόκαρπε, |
| 40.6 | Primary ἣ ναίεις ἁγνοῖσιν Ἐλευσῖνος γυάλοισιν, |
| 40.7 | Primary ἱμερόεσσ’, ἐρατή, θνητῶν θρέπτειρα προπάντων, |
| 40.8 | Primary ἡ πρώτη ζεύξασα βοῶν ἀροτῆρα τένοντα |
| 40.9 | Primary καὶ βίον ἱμερόεντα βροτοῖς πολύολβον ἀνεῖσα, |
| 40.10 | Primary αὐξιθαλές, Βρομίοιο συνέστιος, ἀγλαότιμος, |
| 40.11 | Primary λαμπαδόεσσ’, ἁγνή, δρεπάνοις χαίρουσα θερείοις· |
| 40.12 | Primary σὺ χθονίη, σὺ δὲ φαινομένη, σὺ δε πᾶσι προσηνής· |
| 40.13 | Primary εὔτεκνε, παιδοφίλη, σεμνή, κουροτρόφε κούρη, |
| 40.14 | Primary ἅρμα δρακοντείοισιν ὑποζεύξασα χαλινοῖς |
| 40.15 | Primary ἐγκυκλίοις δίναις περὶ σὸν θρόνον εὐαζόντων, |
| 40.16 | Primary μουνογενής, πολύτεκνε θεά, πολυπότνια θνητοῖς, |
| 40.17 | Primary ἧς πολλαὶ μορφαί, πολυάνθεμοι, ἱεροθαλεῖς. |
| 40.18 | Primary ἐλθέ, μάκαιρ’, ἁγνή, καρποῖς βρίθουσα θερείοις, |
| 40.19 | Primary εἰρήνην κατάγουσα καὶ εὐνομίην ἐρατεινὴν |
| 40.20 | Primary καὶ πλοῦτον πολύολβον, ὁμοῦ δ’ ὑγίειαν ἄνασσαν. |