Reader
Reader | Orphic Hymns, Hymn 49
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 10
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 50.1 | Primary Κλῦθι, μάκαρ, Διὸς υἷ’, ἐπιλήνιε Βάκχε, διμῆτορ, |
| 50.2 | Primary σπέρμα πολύμνηστον, πολυώνυμε, λύσιε δαῖμον, |
| 50.3 | Primary κρυψίγονον μακάρων ἱερὸν θάλος, εὔιε Βάκχε, |
| 50.4 | Primary εὐτραφές, εὔκαρπε, πολυγηθέα καρπὸν ἀέξων, |
| 50.5 | Primary ῥηξίχθον, ληναῖε, μεγασθενές, αἰολόμορφε, |
| 50.6 | Primary παυσίπονον θνητοῖσι φανεὶς ἄκος, ἱερὸν ἄνθος |
| 50.7 | Primary χάρμα βροτοῖς φιλάλυπον, ἐπάφιε, καλλιέθειρε, |
| 50.8 | Primary λύσιε, θυρσομανές, βρόμι’, εὔιε, πᾶσιν ἐύφρον, |
| 50.9 | Primary οἷς ἐθέλεις θνητῶν ἠδ’ ἀθανάτων σε πιφαύσκειν· |
| 50.10 | Primary νῦν σε καλῶ μύστῃσι μολεῖν ἡδύν, φερέκαρπον. |