Reader
Reader | Orphic Hymns, Hymn 58
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 20
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 59.1 | Primary Μοῖραι ἀπειρέσιοι, Νυκτὸς φίλα τέκνα μελαίνης, |
| 59.2 | Primary κλῦτέ μευ εὐχομένου, πολυώνυμοι, αἵτ’ ἐπὶ λίμνης |
| 59.3 | Primary ὀρφναίης, ἵνα λυγρὸν ὕδωρ νυχίης ὑπὸ θέρμης |
| 59.4 | Primary ῥήγνυται ἐν σκιερῷ λιπαρῷ μυχῷ εὐλίθου ἄντρου, |
| 59.5 | Primary ναίουσαι πεπότησθε βροτῶν ἐπ’ ἀπείρονα γαῖαν· |
| 59.6 | Primary ἔνθεν ἐπὶ βρότεον δόκιμον γένος ἐλπίδι κοῦφῃ |
| 59.7 | Primary στείχετε πορφυρέῃσι καλυψάμεναι ὀθόνῃσι |
| 59.8 | Primary μορσίμῳ ἐν πεδίῳ, ὅθι πάγγεον ἅρμα διώκει |
| 59.9 | Primary δόξα δίκης παρὰ τέρμα καὶ ἐλπίδος ἠδὲ μεριμνῶν |
| 59.10 | Primary καὶ νόμου ὠγυγίου καὶ ἀπείρονος εὐνόμου ἀρχῆς· |
| 59.11 | Primary Μοῖρα γὰρ ἐν βιότῳ καθορᾷ μόνη, οὐδέ τις ἄλλος |
| 59.12 | Primary ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, |
| 59.13 | Primary καὶ Διὸς ὄμμα τέλειον· ἐπεί γ’ ὅσα γίγνεται ἡμῖν, |
| 59.14 | Primary Μοῖρά τε καὶ Διὸς οἶδε νόος διὰ παντὸς ἅπαντα. |
| 59.15 | Primary ἀλλά μοι ἠέριαι μαλακόφρονες, ἠπιόθυμοι, |
| 59.16 | Primary Ἄτροπε καὶ Λάχεσι, Κλωθώ, μόλετ’, εὐπατέρειαι, |
| 59.17 | Primary νυκτέριαι, ἀφανεῖς, ἀμετάτροποι, αἰὲν ἀτειρεῖς, |
| 59.18 | Primary παντοδότειραι, ἀφαιρέτιδες θνητοῖσιν ἀνάγκης· |
| 59.19 | Primary Μοῖραι, ἀκούσατ’ ἐμῶν ὁσίων λοιβῶν τε καὶ εὐχῶν, |
| 59.20 | Primary ἐρχόμεναι μύσταις λαθικηδέες εὔφρονι βουλῇ. |