Reader
Reader | Works and Days, Book 1
Works and Days
Hesiod
Text
Position
Line 1 of 832
Waypoints
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι |
| 2 | Primary δεῦτε, Δίʼ ἐννέπετε, σφέτερον πατέρʼ ὑμνείουσαι· |
| 3 | Primary ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε, |
| 4 | Primary ῥητοί τʼ ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι. |
| 5 | Primary ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει, |
| 6 | Primary ῥεῖα δʼ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει, |
| 7 | Primary ῥεῖα δέ τʼ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει |
| 8 | Primary Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει. |
| 9 | Primary κλῦθι ἰδὼν ἀίων τε, δίκῃ δʼ ἴθυνε θέμιστας |
| 10 | Primary τύνη· ἐγὼ δέ κε, Πέρση, ἐτήτυμα μυθησαίμην. |
| 11 | Primary οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλʼ ἐπὶ γαῖαν |
| 12 | Primary εἰσὶ δύω· τὴν μέν κεν ἐπαινέσσειε νοήσας, |
| 13 | Primary ἣ δʼ ἐπιμωμητή· διὰ δʼ ἄνδιχα θυμὸν ἔχουσιν. |
| 14 | Primary ἣ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει, |
| 15 | Primary σχετλίη· οὔτις τήν γε φιλεῖ βροτός, ἀλλʼ ὑπʼ ἀνάγκης |
| 16 | Primary ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν. |
| 17 | Primary τὴν δʼ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή, |
| 18 | Primary θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων, |
| 19 | Primary γαίης ἐν ῥίζῃσι, καὶ ἀνδράσι πολλὸν ἀμείνω· |
| 20 | Primary ἥτε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἔγειρεν. |
| 21 | Primary εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζει |
| 22 | Primary πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν |
| 23 | Primary οἶκόν τʼ εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων |
| 24 | Primary εἰς ἄφενος σπεύδοντʼ· ἀγαθὴ δʼ Ἔρις ἥδε βροτοῖσιν. |
| 25 | Primary καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων, |
| 26 | Primary καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ. |
| 27 | Primary ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ, |
| 28 | Primary μηδέ σʼ Ἔρις κακόχαρτος ἀπʼ ἔργου θυμὸν ἐρύκοι |
| 29 | Primary νείκεʼ ὀπιπεύοντʼ ἀγορῆς ἐπακουὸν ἐόντα. |
| 30 | Primary ὤρη γάρ τʼ ὀλίγη πέλεται νεικέων τʼ ἀγορέων τε, |
| 31 | Primary ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται |
| 32 | Primary ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν. |
| 33 | Primary τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις |
| 34 | Primary κτήμασʼ ἐπʼ ἀλλοτρίοις· σοὶ δʼ οὐκέτι δεύτερον ἔσται |
| 35 | Primary ὧδʼ ἔρδειν· ἀλλʼ αὖθι διακρινώμεθα νεῖκος |
| 36 | Primary ἰθείῃσι δίκῃς, αἵ τʼ ἐκ Διός εἰσιν ἄρισται. |
| 37 | Primary ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθʼ, ἀλλὰ τὰ πολλὰ |
| 38 | Primary ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας |
| 39 | Primary δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι. |
| 40 | Primary νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς |
| 41 | Primary οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ. |
| 42 | Primary κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν· |
| 43 | Primary ῥηιδίως γάρ κεν καὶ ἐπʼ ἤματι ἐργάσσαιο, |
| 44 | Primary ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα· |
| 45 | Primary αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο, |
| 46 | Primary ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν. |
| 47 | Primary ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν, |
| 48 | Primary ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης· |
| 49 | Primary τοὔνεκʼ ἄρʼ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά. |
| 50 | Primary κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο |
| 51 | Primary ἔκλεψʼ ἀνθρώποισι Διὸς πάρα μητιόεντος |
| 52 | Primary ἐν κοῒλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον. |
| 53 | Primary τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζευς· |
| 54 | Primary Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, |
| 55 | Primary χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας, |
| 56 | Primary σοί τʼ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν. |
| 57 | Primary τοῖς δʼ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες |
| 58 | Primary τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες. |
| 59 | Primary ὣς ἔφατʼ· ἐκ δʼ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε. |
| 60 | Primary Ἥφαιστον δʼ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα |
| 61 | Primary γαῖαν ὕδει φύρειν, ἐν δʼ ἀνθρώπου θέμεν αὐδὴν |
| 62 | Primary καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν |
| 63 | Primary παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην |
| 64 | Primary ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν· |
| 65 | Primary καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην |
| 66 | Primary καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας· |
| 67 | Primary ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος |
| 68 | Primary Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην. |
| 69 | Primary ὣς ἔφαθʼ· οἳ δʼ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι. |
| 70 | Primary αὐτίκα δʼ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις |
| 71 | Primary παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς· |
| 72 | Primary ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη· |
| 73 | Primary ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ |
| 74 | Primary ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε |
| 75 | Primary Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν· |
| 76 | Primary πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη. |
| 77 | Primary ἐν δʼ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης |
| 78 | Primary ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος |
| 79 | Primary τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δʼ ἄρα φωνὴν |
| 80 | Primary θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα |
| 81 | Primary Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματʼ ἔχοντες |
| 82 | Primary δῶρον ἐδώρησαν, πῆμʼ ἀνδράσιν ἀλφηστῇσιν. |
| 83 | Primary αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν, |
| 84 | Primary εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην |
| 85 | Primary δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδʼ Ἐπιμηθεὺς |
| 86 | Primary ἐφράσαθʼ, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον |
| 87 | Primary δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλʼ ἀποπέμπειν |
| 88 | Primary ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται. |
| 89 | Primary αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχʼ, ἐνόησεν. |
| 90 | Primary Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων |
| 91 | Primary νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο |
| 92 | Primary νούσων τʼ ἀργαλέων, αἵ τʼ ἀνδράσι Κῆρας ἔδωκαν. |
| 93 | Primary αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν. |
| 94 | Primary ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα |
| 95 | Primary ἐσκέδασʼ· ἀνθρώποισι δʼ ἐμήσατο κήδεα λυγρά. |
| 96 | Primary μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν |
| 97 | Primary ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε |
| 98 | Primary ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο |
| 99 | Primary αἰγιόχου βουλῇσι Διὸς νεφεληγερέταο. |
| 100 | Primary ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται· |
| 101 | Primary πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη δὲ θάλασσα· |
| 102 | Primary νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ, αἳ δʼ ἐπὶ νυκτὶ |
| 103 | Primary αὐτόματοι φοιτῶσι κακὰ θνητοῖσι φέρουσαι |
| 104 | Primary σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς. |
| 105 | Primary οὕτως οὔτι πη ἔστι Διὸς νόον ἐξαλέασθαι. |
| 106 | Primary εἰ δʼ ἐθέλεις, ἕτερόν τοι ἐγὼ λόγον ἐκκορυφώσω |
| 107 | Primary εὖ καὶ ἐπισταμένως· σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν. |
| 108 | Primary ὡς ὁμόθεν γεγάασι θεοὶ θνητοί τʼ ἄνθρωποι. |
| 109 | Primary χρύσεον μὲν πρώτιστα γένος μερόπων ἀνθρώπων |
| 110 | Primary ἀθάνατοι ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες. |
| 111 | Primary οἳ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν· |
| 112 | Primary ὥστε θεοὶ δʼ ἔζωον ἀκηδέα θυμὸν ἔχοντες |
| 113 | Primary νόσφιν ἄτερ τε πόνων καὶ ὀιζύος· οὐδέ τι δειλὸν |
| 114 | Primary γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι |
| 115 | Primary τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἁπάντων· |
| 116 | Primary θνῇσκον δʼ ὥσθʼ ὕπνῳ δεδμημένοι· ἐσθλὰ δὲ πάντα |
| 117 | Primary τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα |
| 118 | Primary αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἳ δʼ ἐθελημοὶ |
| 119 | Primary ἥσυχοι ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν. |
| 120 | Primary ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσιν. |
| 121 | Primary αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,— |
| 122 | Primary τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται |
| 123 | Primary ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων, |
| 124 | Primary οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα |
| 125 | Primary ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπʼ αἶαν, |
| 126 | Primary πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον—, |
| 127 | Primary δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν |
| 128 | Primary ἀργύρεον ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες, |
| 129 | Primary χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα. |
| 130 | Primary ἀλλʼ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ |
| 131 | Primary ἐτρέφετʼ ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ. |
| 132 | Primary ἀλλʼ ὅτʼ ἄρʼ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο, |
| 133 | Primary παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγεʼ ἔχοντες |
| 134 | Primary ἀφραδίῃς· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο |
| 135 | Primary ἀλλήλων ἀπέχειν, οὐδʼ ἀθανάτους θεραπεύειν |
| 136 | Primary ἤθελον οὐδʼ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς, |
| 137 | Primary ἣ θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειτα |
| 138 | Primary Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς |
| 139 | Primary οὐκ ἔδιδον μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. |
| 140 | Primary αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,— |
| 141 | Primary τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται, |
| 142 | Primary δεύτεροι, ἀλλʼ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ—, |
| 143 | Primary Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων |
| 144 | Primary χάλκειον ποίησʼ, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον, |
| 145 | Primary ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος |
| 146 | Primary ἔργʼ ἔμελεν στονόεντα καὶ ὕβριες· οὐδέ τι σῖτον |
| 147 | Primary ἤσθιον, ἀλλʼ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν, |
| 148 | Primary ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι |
| 149 | Primary ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν. |
| 150 | Primary ὧν δʼ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι |
| 151 | Primary χαλκῷ δʼ εἰργάζοντο· μέλας δʼ οὐκ ἔσκε σίδηρος. |
| 152 | Primary καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες |
| 153 | Primary βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Αίδαο |
| 154 | Primary νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας |
| 155 | Primary εἷλε μέλας, λαμπρὸν δʼ ἔλιπον φάος ἠελίοιο. |
| 156 | Primary αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψεν, |
| 157 | Primary αὖτις ἔτʼ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ |
| 158 | Primary Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον, |
| 159 | Primary ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται |
| 160 | Primary ἡμίθεοι, προτέρη γενεὴ κατʼ ἀπείρονα γαῖαν. |
| 161 | Primary καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή, |
| 162 | Primary τοὺς μὲν ὑφʼ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ, |
| 163 | Primary ὤλεσε μαρναμένους μήλων ἕνεκʼ Οἰδιπόδαο, |
| 164 | Primary τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης |
| 165 | Primary ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκʼ ἠυκόμοιο. |
| 166 | Primary ἔνθʼ ἤτοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε, |
| 167 | Primary τοῖς δὲ δίχʼ ἀνθρώπων βίοτον καὶ ἤθεʼ ὀπάσσας |
| 168 | Primary Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης. |
| 170 | Primary καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες |
| 171 | Primary ἐν μακάρων νήσοισι παρʼ Ὠκεανὸν βαθυδίνην, |
| 172 | Primary ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν |
| 173 | Primary τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα. |
| 169 | Primary τηλοῦ ἀπʼ ἀθανάτων· τοῖσιν Κρόνος ἐμβασιλεύει. |
| 169a | Primary τοῦ γὰρ δεσμὸ ν ἔλυσε πα τὴρ ἀνδρῶν τε θεῶν τε. |
| 169b | Primary τοῖσι δʼ ὁμῶς ν εάτοις τιμὴ καὶ κῦδος ὀπηδεῖ. |
| 169c | Primary Πέμπτον δʼ αὖτις ἔτʼ ἄ λλο γένος θῆκʼ εὐρύοπα Ζεὺς |
| 169d | Primary ἀνδρῶν, οἳ γεγάασιν ἐπὶ χθονὶ πουλυβοτείρῃ. |
| 174 | Primary μηκέτʼ ἔπειτʼ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι |
| 175 | Primary ἀνδράσιν, ἀλλʼ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι. |
| 176 | Primary νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτʼ ἦμαρ |
| 177 | Primary παύονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ |
| 178 | Primary φθειρόμενοι. χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας· |
| 179 | Primary ἀλλʼ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν. |
| 180 | Primary Ζεὺς δʼ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων, |
| 181 | Primary εὖτʼ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν. |
| 182 | Primary οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες, |
| 183 | Primary οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ, |
| 184 | Primary οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ. |
| 185 | Primary αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας· |
| 186 | Primary μέμψονται δʼ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι |
| 187 | Primary σχέτλιοι οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε |
| 188 | Primary γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν |
| 189 | Primary χειροδίκαι· ἕτερος δʼ ἑτέρου πόλιν ἐξαλαπάξει. |
| 190 | Primary οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου |
| 191 | Primary οὔτʼ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν |
| 192 | Primary ἀνέρες αἰνήσουσι· δίκη δʼ ἐν χερσί, καὶ αἰδὼς |
| 193 | Primary οὐκ ἔσται· βλάψει δʼ ὁ κακὸς τὸν ἀρείονα φῶτα |
| 194 | Primary μύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δʼ ὅρκον ὀμεῖται. |
| 195 | Primary ζῆλος δʼ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι |
| 196 | Primary δυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης. |
| 197 | Primary καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης |
| 198 | Primary λευκοῖσιν φάρεσσι καλυψαμένα χρόα καλὸν |
| 199 | Primary ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντʼ ἀνθρώπους |
| 200 | Primary Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ |
| 201 | Primary θνητοῖς ἀνθρώποισι· κακοῦ δʼ οὐκ ἔσσεται ἀλκή. |
| 202 | Primary νῦν δʼ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς· |
| 203 | Primary ὧδʼ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον |
| 204 | Primary ὕψι μάλʼ ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς· |
| 205 | Primary ἣ δʼ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφʼ ὀνύχεσσι, |
| 206 | Primary μύρετο· τὴν ὅγʼ ἐπικρατέως πρὸς μῦθον ἔειπεν· |
| 207 | Primary δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων· |
| 208 | Primary τῇ δʼ εἶς, ᾗ σʼ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν· |
| 209 | Primary δεῖπνον δʼ, αἴ κʼ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω. |
| 210 | Primary ἄφρων δʼ, ὅς κʼ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν· |
| 211 | Primary νίκης τε στέρεται πρός τʼ αἴσχεσιν ἄλγεα πάσχει. |
| 212 | Primary ὣς ἔφατʼ ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις. |
| 213 | Primary ὦ Πέρση, σὺ δʼ ἄκουε δίκης, μηδʼ ὕβριν ὄφελλε· |
| 214 | Primary ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδὲ μὲν ἐσθλὸς |
| 215 | Primary ῥηιδίως φερέμεν δύναται, βαρύθει δέ θʼ ὑπʼ αὐτῆς |
| 216 | Primary ἐγκύρσας ἄτῃσιν· ὁδὸς δʼ ἑτέρηφι παρελθεῖν |
| 217 | Primary κρείσσων ἐς τὰ δίκαια· Δίκη δʼ ὑπὲρ Ὕβριος ἴσχει |
| 218 | Primary ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω. |
| 219 | Primary αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν. |
| 220 | Primary τῆς δὲ Δίκης ῥόθος ἑλκομένης, ᾗ κʼ ἄνδρες ἄγωσι |
| 221 | Primary δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας. |
| 222 | Primary ἣ δʼ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν, |
| 223 | Primary ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα, |
| 224 | Primary οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν. |
| 225 | Primary Οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν |
| 226 | Primary ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου, |
| 227 | Primary τοῖσι τέθηλε πόλις, λαοὶ δʼ ἀνθεῦσιν ἐν αὐτῇ· |
| 228 | Primary εἰρήνη δʼ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτʼ αὐτοῖς |
| 229 | Primary ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς· |
| 230 | Primary οὐδέ ποτʼ ἰθυδίκῃσι μετʼ ἀνδράσι λιμὸς ὀπηδεῖ |
| 231 | Primary οὐδʼ ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται. |
| 232 | Primary τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς |
| 233 | Primary ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας· |
| 234 | Primary εἰροπόκοι δʼ ὄιες μαλλοῖς καταβεβρίθασιν· |
| 235 | Primary τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν· |
| 236 | Primary θάλλουσιν δʼ ἀγαθοῖσι διαμπερές· οὐδʼ ἐπὶ νηῶν |
| 237 | Primary νίσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα. |
| 238 | Primary οἷς δʼ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα, |
| 239 | Primary τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς. |
| 240 | Primary πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα, |
| 241 | Primary ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται. |
| 242 | Primary τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήγαγε πῆμα Κρονίων |
| 243 | Primary λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί. |
| 244 | Primary οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι |
| 245 | Primary Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου· ἄλλοτε δʼ αὖτε |
| 246 | Primary ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος |
| 247 | Primary ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν. |
| 248 | Primary ὦ βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ |
| 249 | Primary τήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες |
| 250 | Primary ἀθάνατοι φράζονται, ὅσοι σκολιῇσι δίκῃσιν |
| 251 | Primary ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες. |
| 252 | Primary τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ |
| 253 | Primary ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων· |
| 254 | Primary οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα |
| 255 | Primary ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπʼ αἶαν. |
| 256 | Primary ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα, |
| 257 | Primary κυδρή τʼ αἰδοίη τε θεῶν, οἳ Ὄλυμπον ἔχουσιν. |
| 258 | Primary καί ῥʼ ὁπότʼ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων, |
| 259 | Primary αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι |
| 260 | Primary γηρύετʼ ἀνθρώπων ἄδικον νόον, ὄφρʼ ἀποτίσῃ |
| 261 | Primary δῆμος ἀτασθαλίας βασιλέων, οἳ λυγρὰ νοεῦντες |
| 262 | Primary ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες. |
| 263 | Primary ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε †δίκας |
| 264 | Primary δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε. |
| 265 | Primary οἷ γʼ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων, |
| 266 | Primary ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη. |
| 267 | Primary πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας |
| 268 | Primary καί νυ τάδʼ, αἴ κʼ ἐθέλῃσʼ, ἐπιδέρκεται, οὐδέ ἑ λήθει, |
| 269 | Primary οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει. |
| 270 | Primary νῦν δὴ ἐγὼ μήτʼ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος |
| 271 | Primary εἴην μήτʼ ἐμὸς υἱός· ἐπεὶ κακὸν ἄνδρα δίκαιον |
| 272 | Primary ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει· |
| 273 | Primary ἀλλὰ τά γʼ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα. |
| 274 | Primary ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι, |
| 275 | Primary καὶ νυ δίκης ἐπάκουε, βίης δʼ ἐπιλήθεο πάμπαν. |
| 276 | Primary τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων |
| 277 | Primary ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς |
| 278 | Primary ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτοῖς· |
| 279 | Primary ἀνθρώποισι δʼ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη |
| 280 | Primary γίγνεται· εἰ γάρ τίς κʼ ἐθέλῃ τὰ δίκαιʼ ἀγορεῦσαι |
| 281 | Primary γιγνώσκων, τῷ μέν τʼ ὄλβον διδοῖ εὐρύοπα Ζεύς· |
| 282 | Primary ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας |
| 283 | Primary ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ, |
| 284 | Primary τοῦ δέ τʼ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται· |
| 285 | Primary ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων. |
| 286 | Primary σοὶ δʼ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση. |
| 287 | Primary τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι |
| 288 | Primary ῥηιδίως· λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει· |
| 289 | Primary τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν |
| 290 | Primary ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν |
| 291 | Primary καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δʼ εἰς ἄκρον ἵκηται, |
| 292 | Primary ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα. |
| 293 | Primary οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃ |
| 294 | Primary φρασσάμενος, τά κʼ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω· |
| 295 | Primary ἐσθλὸς δʼ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται· |
| 296 | Primary ὃς δέ κε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούων |
| 297 | Primary ἐν θυμῷ βάλληται, ὃ δʼ αὖτʼ ἀχρήιος ἀνήρ. |
| 298 | Primary ἀλλὰ σύ γʼ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς |
| 299 | Primary ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸς |
| 300 | Primary ἐχθαίρῃ, φιλέῃ δέ σʼ ἐυστέφανος Δημήτηρ |
| 301 | Primary αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν· |
| 302 | Primary λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί. |
| 303 | Primary τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸς |
| 304 | Primary ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν, |
| 305 | Primary οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ |
| 306 | Primary ἔσθοντες· σοὶ δʼ ἔργα φίλʼ ἔστω μέτρια κοσμεῖν, |
| 307 | Primary ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί. |
| 308 | Primary ἐξ ἔργων δʼ ἄνδρες πολύμηλοί τʼ ἀφνειοί τε· |
| 309 | Primary καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν. |
| 311 | Primary ἔργον δʼ οὐδὲν ὄνειδος, ἀεργίη δέ τʼ ὄνειδος. |
| 312 | Primary εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς |
| 313 | Primary πλουτεῦντα· πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ. |
| 314 | Primary δαίμονι δʼ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον, |
| 315 | Primary εἴ κεν ἀπʼ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν |
| 316 | Primary εἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω. |
| 317 | Primary αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, |
| 318 | Primary αἰδώς, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησιν. |
| 319 | Primary αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ. |
| 320 | Primary χρήματα δʼ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω. |
| 321 | Primary εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται, |
| 322 | Primary ἢ ὅ γʼ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ |
| 323 | Primary γίγνεται, εὖτʼ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ |
| 324 | Primary ἀνθρώπων, αἰδῶ δέ τʼ ἀναιδείη κατοπάζῃ· |
| 325 | Primary ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον |
| 326 | Primary ἀνέρι τῷ, παῦρον δέ τʼ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ. |
| 327 | Primary ἶσον δʼ ὅς θʼ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ, |
| 328 | Primary ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ |
| 329 | Primary κρυπταδίης εὐνῆς ἀλόχου, παρακαίρια ῥέζων, |
| 330 | Primary ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα, |
| 331 | Primary ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ |
| 332 | Primary νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν· |
| 333 | Primary τῷ δʼ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν |
| 334 | Primary ἔργων ἀντʼ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν. |
| 335 | Primary ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργʼ ἀεσίφρονα θυμόν. |
| 336 | Primary κὰδ δύναμιν δʼ ἔρδειν ἱέρʼ ἀθανάτοισι θεοῖσιν |
| 337 | Primary ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δʼ ἀγλαὰ μηρία καίειν· |
| 338 | Primary ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι, |
| 339 | Primary ἠμὲν ὅτʼ εὐνάζῃ καὶ ὅτʼ ἂν φάος ἱερὸν ἔλθῃ, |
| 340 | Primary ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν, |
| 341 | Primary ὄφρʼ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος. |
| 342 | Primary τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν, τὸν δʼ ἐχθρὸν ἐᾶσαι· |
| 343 | Primary τὸν δὲ μάλιστα καλεῖν, ὅς τις σέθεν ἐγγύθι ναίει· |
| 344 | Primary εἰ γάρ τοι καὶ χρῆμʼ ἐγχώριον ἄλλο γένηται, |
| 345 | Primary γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί. |
| 346 | Primary πῆμα κακὸς γείτων, ὅσσον τʼ ἀγαθὸς μέγʼ ὄνειαρ. |
| 347 | Primary ἔμμορέ τοι τιμῆς, ὅς τʼ ἔμμορε γείτονος ἐσθλοῦ. |
| 348 | Primary οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη. |
| 349 | Primary εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δʼ ἀποδοῦναι, |
| 350 | Primary αὐτῷ τῷ μέτρῳ, καὶ λώιον, αἴ κε δύνηαι, |
| 351 | Primary ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς. |
| 352 | Primary μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶσʼ ἀάτῃσιν. |
| 353 | Primary τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι. |
| 354 | Primary καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ. |
| 355 | Primary δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δʼ οὔτις ἔδωκεν. |
| 356 | Primary δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα. |
| 357 | Primary ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅ γε, κεἰ μέγα δοίη, |
| 358 | Primary χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν· |
| 359 | Primary ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας, |
| 360 | Primary καί τε σμικρὸν ἐόν, τό γʼ ἐπάχνωσεν φίλον ἦτορ. |
| 363 | Primary ὃς δʼ ἐπʼ ἐόντι φέρει, ὃ δʼ ἀλέξεται αἴθοπα λιμόν· |
| 361 | Primary εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο |
| 362 | Primary καὶ θαμὰ τοῦτʼ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο. |
| 364 | Primary οὐδὲ τό γʼ ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει. |
| 365 | Primary οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν. |
| 366 | Primary ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ |
| 367 | Primary χρηίζειν ἀπεόντος, ἅ σε φράζεσθαι ἄνωγα. |
| 368 | Primary ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι, |
| 369 | Primary μεσσόθι φείδεσθαι· δειλὴ δʼ ἐνὶ πυθμένι φειδώ. |
| 370 | Primary μισθὸς δʼ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω. |
| 371 | Primary καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι. |
| 372 | Primary πίστεις γάρ τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας. |
| 373 | Primary μὴ δὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω |
| 374 | Primary αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν. |
| 375 | Primary ὃς δὲ γυναικὶ πέποιθε, πέποιθʼ ὅ γε φηλήτῃσιν. |
| 376 | Primary μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον |
| 377 | Primary φερβέμεν ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν. |
| 378 | Primary γηραιὸς δὲ θάνοις ἕτερον παῖδʼ ἐγκαταλείπων. |
| 379 | Primary ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον. |
| 380 | Primary πλείων μὲν πλεόνων μελέτη, μείζων δʼ ἐπιθήκη. |
| 381 | Primary σοὶ δʼ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν, |
| 382 | Primary ὧδʼ ἔρδειν, καὶ ἔργον ἐπʼ ἔργῳ ἐργάζεσθαι. |
| 383 | Primary πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων |
| 384 | Primary ἄρχεσθʼ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων. |
| 385 | Primary αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα |
| 386 | Primary κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ |
| 387 | Primary φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου. |
| 388 | Primary οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης |
| 389 | Primary ἐγγύθι ναιετάουσʼ, οἵ τʼ ἄγκεα βησσήεντα, |
| 390 | Primary πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον |
| 391 | Primary ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν, |
| 392 | Primary γυμνὸν δʼ ἀμάειν, εἴ χʼ ὥρια πάντʼ ἐθέλῃσθα |
| 393 | Primary ἔργα κομίζεσθαι Δημήτερος· ὥς τοι ἕκαστα |
| 394 | Primary ὥριʼ ἀέξηται, μή πως τὰ μέταζε χατίζων |
| 395 | Primary πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς. |
| 396 | Primary ὡς καὶ νῦν ἐπʼ ἔμʼ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω |
| 397 | Primary οὐδʼ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση, |
| 398 | Primary ἔργα, τά τʼ ἀνθρώποισι θεοὶ διετεκμήραντο, |
| 399 | Primary μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων |
| 400 | Primary ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δʼ ἀμελῶσιν. |
| 401 | Primary δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δʼ ἔτι λυπῇς, |
| 402 | Primary χρῆμα μὲν οὐ πρήξεις, σὺ δʼ ἐτώσια πόλλʼ ἀγορεύσεις· |
| 403 | Primary ἀχρεῖος δʼ ἔσται ἐπέων νομός. ἀλλά σʼ ἄνωγα |
| 404 | Primary φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τʼ ἀλεωρήν. |
| 405 | Primary οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα, |
| 406 | Primary κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο, |
| 407 | Primary χρήματα δʼ ἐν οἴκῳ πάντʼ ἄρμενα ποιήσασθαι, |
| 408 | Primary μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δʼ ἀρνῆται, σὺ δὲ τητᾷ, |
| 409 | Primary ἡ δʼ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον. |
| 410 | Primary μηδʼ ἀναβάλλεσθαι ἔς τʼ αὔριον ἔς τε ἔνηφιν· |
| 411 | Primary οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν |
| 412 | Primary οὐδʼ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει· |
| 413 | Primary αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει. |
| 414 | Primary ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο |
| 415 | Primary καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος |
| 416 | Primary Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς |
| 417 | Primary πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ |
| 418 | Primary βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων |
| 419 | Primary ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ· |
| 420 | Primary τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ |
| 421 | Primary ὕλη, φύλλα δʼ ἔραζε χέει, πτόρθοιό τε λήγει· |
| 422 | Primary τῆμος ἄρʼ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα. |
| 423 | Primary ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν, |
| 424 | Primary ἄξονα δʼ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω· |
| 425 | Primary εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο. |
| 426 | Primary τρισπίθαμον δʼ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ. |
| 427 | Primary πόλλʼ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτʼ ἂν εὕρῃς, |
| 428 | Primary ἐς οἶκον, κατʼ ὄρος διζήμενος ἢ κατʼ ἄρουραν, |
| 429 | Primary πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν, |
| 430 | Primary εὖτʼ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας |
| 431 | Primary γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι. |
| 432 | Primary δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον, |
| 433 | Primary αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω· |
| 434 | Primary εἴ χʼ ἕτερον ἄξαις, ἕτερόν κʼ ἐπὶ βουσὶ βάλοιο. |
| 435 | Primary δάφνης δʼ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες, |
| 436 | Primary δρυὸς ἔλυμα, γύης πρίνου· βόε δʼ ἐνναετήρω |
| 437 | Primary ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν, |
| 438 | Primary ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω. |
| 439 | Primary οὐκ ἂν τώ γʼ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον |
| 440 | Primary ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν. |
| 441 | Primary τοῖς δʼ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο |
| 442 | Primary ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον, |
| 443 | Primary ὃς ἔργου μελετῶν ἰθεῖάν κʼ αὔλακʼ ἐλαύνοι, |
| 444 | Primary μηκέτι παπταίνων μεθʼ ὁμήλικας, ἀλλʼ ἐπὶ ἔργῳ |
| 445 | Primary θυμὸν ἔχων· τοῦ δʼ οὔτι νεώτερος ἄλλος ἀμείνων |
| 446 | Primary σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι. |
| 447 | Primary κουρότερος γὰρ ἀνὴρ μεθʼ ὁμήλικας ἐπτοίηται. |
| 448 | Primary φράζεσθαι δʼ, εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃς |
| 449 | Primary ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης· |
| 450 | Primary ἥτʼ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην |
| 451 | Primary δεικνύει ὀμβρηροῦ· κραδίην δʼ ἔδακʼ ἀνδρὸς ἀβούτεω· |
| 452 | Primary δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας· |
| 453 | Primary ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν· |
| 454 | Primary ῥηίδιον δʼ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν. |
| 455 | Primary φησὶ δʼ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν, |
| 456 | Primary νήπιος, οὐδὲ τὸ οἶδʼ· ἑκατὸν δέ τε δούρατʼ ἀμάξης, |
| 457 | Primary τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι. |
| 458 | Primary εὖτʼ ἂν δὲ πρώτιστʼ ἄροτος θνητοῖσι φανείῃ, |
| 459 | Primary δὴ τότʼ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς |
| 460 | Primary αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθʼ ὥρην, |
| 461 | Primary πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι. |
| 462 | Primary ἦρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σʼ ἀπατήσει. |
| 463 | Primary νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν· |
| 464 | Primary νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα. |
| 465 | Primary εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ, |
| 466 | Primary ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν, |
| 467 | Primary ἀρχόμενος τὰ πρῶτʼ ἀρότου, ὅτʼ ἂν ἄκρον ἐχέτλης |
| 468 | Primary χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι |
| 469 | Primary ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε |
| 470 | Primary δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη |
| 471 | Primary σπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστη |
| 472 | Primary θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη. |
| 473 | Primary ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε, |
| 474 | Primary εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι, |
| 475 | Primary ἐκ δʼ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπα |
| 476 | Primary γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος. |
| 477 | Primary εὐοχθέων δʼ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους |
| 478 | Primary αὐγάσεαι· σέο δʼ ἄλλος ἀνὴρ κεχρημένος ἔσται. |
| 479 | Primary εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν, |
| 480 | Primary ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων, |
| 481 | Primary ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων, |
| 482 | Primary οἴσεις δʼ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται. |
| 483 | Primary ἄλλοτε δʼ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο, |
| 484 | Primary ἀργαλέος δʼ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι. |
| 485 | Primary εἰ δέ κεν ὄψʼ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη· |
| 486 | Primary ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι |
| 487 | Primary τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπʼ ἀπείρονα γαῖαν, |
| 488 | Primary τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδʼ ἀπολήγοι, |
| 489 | Primary μήτʼ ἄρʼ ὑπερβάλλων βοὸς ὁπλὴν μήτʼ ἀπολείπων· |
| 490 | Primary οὕτω κʼ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι. |
| 491 | Primary ἐν θυμῷ δʼ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοι |
| 492 | Primary μήτʼ ἔαρ γιγνόμενον πολιὸν μήθʼ ὥριος ὄμβρος. |
| 493 | Primary πὰρ δʼ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην |
| 494 | Primary ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων |
| 495 | Primary ἰσχάνει, ἔνθα κʼ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι, |
| 496 | Primary μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ |
| 497 | Primary σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς. |
| 498 | Primary πολλὰ δʼ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων, |
| 499 | Primary χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ. |
| 500 | Primary ἐλπὶς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει, |
| 501 | Primary ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη. |
| 502 | Primary δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος· |
| 503 | Primary οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς. |
| 504 | Primary μῆνα δὲ Ληναιῶνα, κάκʼ ἤματα, βουδόρα πάντα, |
| 505 | Primary τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτʼ ἐπὶ γαῖαν |
| 506 | Primary πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν, |
| 507 | Primary ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ |
| 508 | Primary ἐμπνεύσας ὤρινε· μέμυκε δὲ γαῖα καὶ ὕλη· |
| 509 | Primary πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας |
| 510 | Primary οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ |
| 511 | Primary ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη. |
| 512 | Primary θῆρες δὲ φρίσσουσʼ, οὐρὰς δʼ ὑπὸ μέζεʼ ἔθεντο, |
| 513 | Primary τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν |
| 514 | Primary ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων. |
| 515 | Primary καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει· |
| 516 | Primary καί τε διʼ αἶγα ἄησι τανύτριχα· πώεα δʼ οὔ τι, |
| 517 | Primary οὕνεκʼ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν |
| 518 | Primary ἲς ἀνέμου Βορέου· τροχαλὸν δὲ γέροντα τίθησιν. |
| 519 | Primary καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν, |
| 520 | Primary ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει |
| 521 | Primary οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης· |
| 522 | Primary εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπʼ ἐλαίῳ |
| 523 | Primary χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου |
| 524 | Primary ἤματι χειμερίῳ, ὅτʼ ἀνόστεος ὃν πόδα τένδει |
| 525 | Primary ἔν τʼ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν. |
| 526 | Primary οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι· |
| 527 | Primary ἀλλʼ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε |
| 528 | Primary στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει. |
| 529 | Primary καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται |
| 530 | Primary λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα |
| 531 | Primary φεύγουσιν· καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν, |
| 532 | Primary ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι |
| 533 | Primary καὶ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτῷ ἶσοι, |
| 534 | Primary οὗ τʼ ἐπὶ νῶτα ἔαγε, κάρη δʼ εἰς οὖδας ὁρᾶται, |
| 535 | Primary τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν. |
| 536 | Primary καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω, |
| 537 | Primary χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα· |
| 538 | Primary στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι· |
| 539 | Primary τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι, |
| 540 | Primary μηδʼ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα. |
| 541 | Primary ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο |
| 542 | Primary ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας. |
| 543 | Primary πρωτογόνων δʼ ἐρίφων, ὁπότʼ ἂν κρύος ὥριον ἔλθῃ, |
| 544 | Primary δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρʼ ἐπὶ νώτῳ |
| 545 | Primary ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δʼ ὕπερθεν |
| 546 | Primary πῖλον ἔχειν ἀσκητόν, ἵνʼ οὔατα μὴ καταδεύῃ· |
| 547 | Primary ψυχρὴ γάρ τʼ ἠὼς πέλεται Βορέαο πεσόντος |
| 548 | Primary ἠώιος δʼ ἐπὶ γαῖαν ἀπʼ οὐρανοῦ ἀστερόεντος |
| 549 | Primary ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις· |
| 550 | Primary ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων, |
| 551 | Primary ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ |
| 552 | Primary ἄλλοτε μέν θʼ ὕει ποτὶ ἕσπερον, ἄλλοτʼ ἄησι |
| 553 | Primary πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος. |
| 554 | Primary τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι, |
| 555 | Primary μή ποτέ σʼ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ, |
| 556 | Primary χρῶτα δὲ μυδαλέον θήῃ κατά θʼ εἵματα δεύσῃ. |
| 557 | Primary ἀλλʼ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος, |
| 558 | Primary χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώποις. |
| 559 | Primary τῆμος τὤμισυ βουσίν, ἐπʼ ἀνέρι δὲ πλέον εἴη |
| 560 | Primary ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν. |
| 561 | Primary ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν |
| 562 | Primary ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτις |
| 563 | Primary γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ. |
| 564 | Primary εὖτʼ ἂν δʼ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο |
| 565 | Primary χειμέριʼ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότʼ ἀστὴρ |
| 566 | Primary Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο |
| 567 | Primary πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος. |
| 568 | Primary τὸν δὲ μέτʼ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν |
| 569 | Primary ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο. |
| 570 | Primary τὴν φθάμενος οἴνας περταμνέμεν· ὣς γὰρ ἄμεινον. |
| 571 | Primary ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ |
| 572 | Primary Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων· |
| 573 | Primary ἀλλʼ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν· |
| 574 | Primary φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπʼ ἠόα κοῖτον |
| 575 | Primary ὥρῃ ἐν ἀμήτου, ὅτε τʼ ἠέλιος χρόα κάρφει. |
| 576 | Primary τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν |
| 577 | Primary ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη. |
| 578 | Primary ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν, |
| 579 | Primary ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου, |
| 580 | Primary ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου |
| 581 | Primary ἀνθρώπους πολλοῖσί τʼ ἐπὶ ζυγὰ βουσὶ τίθησιν. |
| 582 | Primary ἦμος δὲ σκόλυμός τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξ |
| 583 | Primary δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετʼ ἀοιδὴν |
| 584 | Primary πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ, |
| 585 | Primary τῆμος πιόταταί τʼ αἶγες καὶ οἶνος ἄριστος, |
| 586 | Primary μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες |
| 587 | Primary εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει, |
| 588 | Primary αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότʼ ἤδη |
| 589 | Primary εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος, |
| 590 | Primary μάζα τʼ ἀμολγαίη γάλα τʼ αἰγῶν σβεννυμενάων, |
| 591 | Primary καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης |
| 592 | Primary πρωτογόνων τʼ ἐρίφων· ἐπὶ δʼ αἴθοπα πινέμεν οἶνον, |
| 593 | Primary ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς, |
| 594 | Primary ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα, |
| 595 | Primary κρήνης τʼ αἰενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος, |
| 596 | Primary τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου. |
| 597 | Primary δμωσὶ δʼ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν |
| 598 | Primary δινέμεν, εὖτʼ ἂν πρῶτα φανῇ σθένος Ὠαρίωνος, |
| 599 | Primary χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ. |
| 600 | Primary μέτρῳ δʼ εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴ |
| 601 | Primary πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου, |
| 602 | Primary θῆτά τʼ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον |
| 603 | Primary δίζησθαι κέλομαι· χαλεπὴ δʼ ὑπόπορτις ἔριθος· |
| 604 | Primary καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου, |
| 605 | Primary μή ποτέ σʼ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθʼ ἕληται. |
| 606 | Primary χόρτον δʼ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη |
| 607 | Primary βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα |
| 608 | Primary δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι. |
| 609 | Primary εὖτʼ ἂν δʼ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ |
| 610 | Primary οὐρανόν, Ἀρκτοῦρον δʼ ἐσίδῃ ῥοδοδάκτυλος Ηώς, |
| 611 | Primary ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς· |
| 612 | Primary δεῖξαι δʼ ἠελίῳ δέκα τʼ ἤματα καὶ δέκα νύκτας, |
| 613 | Primary πέντε δὲ συσκιάσαι, ἕκτῳ δʼ εἰς ἄγγεʼ ἀφύσσαι |
| 614 | Primary δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ |
| 615 | Primary Πληιάδες θʼ Ὑάδες τε τό τε σθένος Ὠαρίωνος |
| 616 | Primary δύνωσιν, τότʼ ἔπειτʼ ἀρότου μεμνημένος εἶναι |
| 617 | Primary ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν. |
| 618 | Primary εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ, |
| 619 | Primary εὖτʼ ἂν Πληιάδες σθένος ὄβριμον Ὠαρίωνος |
| 620 | Primary φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον, |
| 621 | Primary δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται· |
| 622 | Primary καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ, |
| 623 | Primary γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω. |
| 624 | Primary νῆα δʼ ἐπʼ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι |
| 625 | Primary πάντοθεν, ὄφρʼ ἴσχωσʼ ἀνέμων μένος ὑγρὸν ἀέντων, |
| 626 | Primary χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος. |
| 627 | Primary ὅπλα δʼ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ |
| 628 | Primary εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο· |
| 629 | Primary πηδάλιον δʼ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι. |
| 630 | Primary αὐτὸς δʼ ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ· |
| 631 | Primary καὶ τότε νῆα θοὴν ἅλαδʼ ἑλκέμεν, ἐν δέ τε φόρτον |
| 632 | Primary ἄρμενον ἐντύνασθαι, ἵνʼ οἴκαδε κέρδος ἄρηαι, |
| 633 | Primary ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ, |
| 634 | Primary πλωίζεσκʼ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ· |
| 635 | Primary ὅς ποτε καὶ τῇδʼ ἦλθε, πολὺν διὰ πόντον ἀνύσσας, |
| 636 | Primary Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ· |
| 637 | Primary οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον, |
| 638 | Primary ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν· |
| 639 | Primary νάσσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ, |
| 640 | Primary Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ. |
| 641 | Primary τύνη δʼ, ὦ Πέρση, ἔργων μεμνημένος εἶναι |
| 642 | Primary ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα. |
| 643 | Primary νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι. |
| 644 | Primary μείζων μὲν φόρτος, μεῖζον δʼ ἐπὶ κέρδεϊ κέρδος |
| 645 | Primary ἔσσεται, εἴ κʼ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας. |
| 646 | Primary εὖτʼ ἂν ἐπʼ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν |
| 647 | Primary βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα, |
| 648 | Primary δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης, |
| 649 | Primary οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν. |
| 650 | Primary οὐ γάρ πώ ποτε νηί γʼ ἐπέπλων εὐρέα πόντον, |
| 651 | Primary εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτʼ Ἀχαιοὶ |
| 652 | Primary μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν |
| 653 | Primary Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα. |
| 654 | Primary ἔνθα δʼ ἐγὼν ἐπʼ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος |
| 655 | Primary Χαλκίδα τʼ εἲς ἐπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ |
| 656 | Primary ἄεθλʼ ἔθεσαν παῖδες μεγαλήτορος· ἔνθα μέ φημι |
| 657 | Primary ὕμνῳ νικήσαντα φέρειν τρίποδʼ ὠτώεντα. |
| 658 | Primary τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσʼ ἀνέθηκα, |
| 659 | Primary ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς. |
| 660 | Primary τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων· |
| 661 | Primary ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο· |
| 662 | Primary Μοῦσαι γάρ μʼ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν. |
| 663 | Primary ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο, |
| 664 | Primary ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης, |
| 665 | Primary ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα |
| 666 | Primary καυάξαις οὔτʼ ἄνδρας ἀποφθείσειε θάλασσα, |
| 667 | Primary εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων |
| 668 | Primary ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι· |
| 669 | Primary ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε. |
| 670 | Primary τῆμος δʼ εὐκρινέες τʼ αὖραι καὶ πόντος ἀπήμων· |
| 671 | Primary εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας |
| 672 | Primary ἑλκέμεν ἐς πόντον φόρτον τʼ ἐς πάντα τίθεσθαι, |
| 673 | Primary σπεύδειν δʼ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι· |
| 674 | Primary μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον |
| 675 | Primary καὶ χειμῶνʼ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας, |
| 676 | Primary ὅστʼ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ |
| 677 | Primary πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν. |
| 678 | Primary ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν· |
| 679 | Primary ἦμος δὴ τὸ πρῶτον, ὅσον τʼ ἐπιβᾶσα κορώνη |
| 680 | Primary ἴχνος ἐποίησεν, τόσσον πέταλʼ ἀνδρὶ φανείῃ |
| 681 | Primary ἐν κράδῃ ἀκροτάτῃ, τότε δʼ ἄμβατός ἐστι θάλασσα· |
| 682 | Primary εἰαρινὸς δʼ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε |
| 683 | Primary αἴνημʼ· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν· |
| 684 | Primary ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ |
| 685 | Primary ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο· |
| 686 | Primary χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν. |
| 687 | Primary δεινὸν δʼ ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά σʼ ἄνωγα |
| 688 | Primary φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω. |
| 689 | Primary μηδʼ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι· |
| 690 | Primary ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι. |
| 691 | Primary δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι. |
| 692 | Primary δεινὸν δʼ, εἴ κʼ ἐπʼ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας |
| 693 | Primary ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη. |
| 694 | Primary μέτρα φυλάσσεσθαι· καιρὸς δʼ ἐπὶ πᾶσιν ἄριστος. |
| 695 | Primary ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι, |
| 696 | Primary μήτε τριηκόντων ἐτέων μάλα πόλλʼ ἀπολείπων |
| 697 | Primary μήτʼ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος· |
| 698 | Primary ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο. |
| 699 | Primary παρθενικὴν δὲ γαμεῖν, ὥς κʼ ἤθεα κεδνὰ διδάξῃς. |
| 700 | Primary τὴν δὲ μάλιστα γαμεῖν, ἥ τις σέθεν ἐγγύθι ναίει, |
| 701 | Primary πάντα μάλʼ ἀμφιιδών, μὴ γείτοσι χάρματα γήμῃς. |
| 702 | Primary οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετʼ ἄμεινον |
| 703 | Primary τῆς ἀγαθῆς, τῆς δʼ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο, |
| 704 | Primary δειπνολόχης· ἥτʼ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα |
| 705 | Primary εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν. |
| 706 | Primary εὖ δʼ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι. |
| 707 | Primary μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον· |
| 708 | Primary εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς. |
| 709 | Primary μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δὲ σέ γʼ ἄρχῃ |
| 710 | Primary ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας, |
| 711 | Primary δὶς τόσα τίνυσθαι μεμνημένος· εἰ δὲ σέ γʼ αὖτις |
| 712 | Primary ἡγῆτʼ ἐς φιλότητα, δίκην δʼ ἐθέλῃσι παρασχεῖν, |
| 713 | Primary δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον |
| 714 | Primary ποιεῖται, σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος. |
| 715 | Primary μηδὲ πολύξεινον μηδʼ ἄξεινον καλέεσθαι, |
| 716 | Primary μηδὲ κακῶν ἕταρον μηδʼ ἐσθλῶν νεικεστῆρα. |
| 717 | Primary μηδέ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ |
| 718 | Primary τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων. |
| 719 | Primary γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος |
| 720 | Primary φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης. |
| 721 | Primary εἰ δὲ κακὸν εἴποις, τάχα κʼ αὐτὸς μεῖζον ἀκούσαις. |
| 722 | Primary μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι |
| 723 | Primary ἐκ κοινοῦ· πλείστη δὲ χάρις, δαπάνη τʼ ὀλιγίστη. |
| 724 | Primary μηδέ ποτʼ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον |
| 725 | Primary χερσὶν ἀνίπτοισιν μηδʼ ἄλλοις ἀθανάτοισιν· |
| 726 | Primary οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τʼ ἀράς. |
| 727 | Primary μηδʼ ἄντʼ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν· |
| 728 | Primary αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τʼ ἀνιόντα· |
| 729 | Primary μήτʼ ἐν ὁδῷ μήτʼ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς |
| 730 | Primary μηδʼ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν· |
| 731 | Primary ἑζόμενος δʼ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς, |
| 732 | Primary ἢ ὅ γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς. |
| 733 | Primary μηδʼ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου |
| 734 | Primary ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλʼ ἀλέασθαι. |
| 735 | Primary μηδʼ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα |
| 736 | Primary σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός. |
| 737 | Primary μηδέ ποτʼ αἰενάων ποταμῶν καλλίρροον ὕδωρ |
| 738 | Primary ποσσὶ περᾶν, πρίν γʼ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα, |
| 739 | Primary χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ. |
| 740 | Primary ὃς ποταμὸν διαβῇ κακότητʼ ἰδὲ χεῖρας ἄνιπτος, |
| 741 | Primary τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω. |
| 742 | Primary μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ |
| 743 | Primary αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ. |
| 744 | Primary μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε |
| 745 | Primary πινόντων· ὀλοὴ γὰρ ἐπʼ αὐτῷ μοῖρα τέτυκται. |
| 746 | Primary μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν, |
| 747 | Primary μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη. |
| 748 | Primary μηδʼ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα |
| 749 | Primary ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή. |
| 750 | Primary μηδʼ ἐπʼ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον, |
| 751 | Primary παῖδα δυωδεκαταῖον, ὅτʼ ἀνέρʼ ἀνήνορα ποιεῖ, |
| 752 | Primary μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται. |
| 753 | Primary μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι |
| 754 | Primary ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστʼ ἐπὶ καὶ τῷ |
| 755 | Primary ποινή. μηδʼ ἱεροῖσιν ἐπʼ αἰθομένοισι κυρήσας |
| 756 | Primary μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ. |
| 757 | Primary μηδέ ποτʼ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων |
| 758 | Primary μηδʼ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δʼ ἐξαλέασθαι· |
| 759 | Primary μηδʼ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν. |
| 760 | Primary ὧδʼ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην. |
| 761 | Primary φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι |
| 762 | Primary ῥεῖα μάλʼ, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δʼ ἀποθέσθαι. |
| 763 | Primary φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ |
| 764 | Primary λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή. |
| 765 | Primary Ἤματα δʼ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν |
| 766 | Primary πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστην |
| 767 | Primary ἔργα τʼ ἐποπτεύειν ἠδʼ ἁρμαλιὴν δατέασθαι. |
| 769 | Primary αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος, |
| 768 | Primary εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν. |
| 770 | Primary Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ· |
| 771 | Primary τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ· |
| 772 | Primary ὀγδοάτη δʼ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς |
| 773 | Primary ἔξοχʼ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι· |
| 774 | Primary ἑνδεκάτη δὲ δυωδεκάτη τʼ, ἄμφω γε μὲν ἐσθλαί, |
| 775 | Primary ἠμὲν ὄις πείκειν ἠδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι· |
| 776 | Primary ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγʼ ἀμείνων· |
| 777 | Primary τῇ γάρ τοι νῇ νήματʼ ἀερσιπότητος ἀράχνης |
| 778 | Primary ἤματος ἐκ πλείου, ὅτε ἴδρις σωρὸν ἀμᾶται· |
| 779 | Primary τῇ δʼ ἱστὸν στήσαιτο γυνὴ προβάλοιτό τε ἔργον. |
| 780 | Primary Μηνὸς δʼ ἱσταμένου τρισκαιδεκάτην ἀλέασθαι |
| 781 | Primary σπέρματος ἄρξασθαι· φυτὰ δʼ ἐνθρέψασθαι ἀρίστη. |
| 782 | Primary ἕκτη δʼ ἡ μέσση μάλʼ ἀσύμφορός ἐστι φυτοῖσιν, |
| 783 | Primary ἀνδρογόνος δʼ ἀγαθή· κούρῃ δʼ οὐ σύμφορός ἐστιν, |
| 784 | Primary οὔτε γενέσθαι πρῶτʼ οὔτʼ ἂρ γάμου ἀντιβολῆσαι. |
| 785 | Primary οὐδὲ μὲν ἡ πρώτη ἕκτη κούρῃ γε γενέσθαι |
| 786 | Primary ἄρμενος, ἀλλʼ ἐρίφους τάμνειν καὶ πώεα μήλων |
| 787 | Primary σηκόν τʼ ἀμφιβαλεῖν ποιμνήιον ἤπιον ἦμαρ· |
| 788 | Primary ἐσθλὴ δʼ ἀνδρογόνος· φιλέοι δʼ ὅ γε κέρτομα βάζειν |
| 789 | Primary ψεύδεά θʼ αἱμυλίους τε λόγους κρυφίους τʼ ὀαρισμούς. |
| 790 | Primary μηνὸς δʼ ὀγδοάτῃ κάπρον καὶ βοῦν ἐρίμυκον |
| 791 | Primary ταμνέμεν, οὐρῆας δὲ δυωδεκάτῃ ταλαεργούς. |
| 792 | Primary εἰκάδι δʼ ἐν μεγάλῃ, πλέῳ ἤματι, ἵστορα φῶτα |
| 793 | Primary γείνασθαι· μάλα γάρ τε νόον πεπυκασμένος ἐστίν. |
| 794 | Primary ἐσθλὴ δʼ ἀνδρογόνος δεκάτη, κούρῃ δέ τε τετρὰς |
| 795 | Primary μέσση· τῇ δέ τε μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς |
| 796 | Primary καὶ κύνα καρχαρόδοντα καὶ οὐρῆας ταλαεργοὺς |
| 797 | Primary πρηΰνειν ἐπὶ χεῖρα τιθείς. πεφύλαξο δὲ θυμῷ |
| 798 | Primary τετράδʼ ἀλεύασθαι φθίνοντός θʼ ἱσταμένου τε |
| 799 | Primary ἄλγεʼ ἃ θυμβορεῖ μάλα γὰρ τετελεσμένον ἦμαρ. |
| 800 | Primary Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι οἶκον ἄκοιτιν |
| 801 | Primary οἰωνοὺς κρίνας, οἳ ἐπʼ ἔργματι τούτῳ ἄριστοι. |
| 802 | Primary πέμπτας δʼ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί· |
| 803 | Primary ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν |
| 804 | Primary Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμʼ ἐπιόρκοις. |
| 805 | Primary Μέσσῃ δʼ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν |
| 806 | Primary εὖ μάλʼ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ |
| 807 | Primary βαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα |
| 808 | Primary νήιά τε ξύλα πολλά, τά τʼ ἄρμενα νηυσὶ πέλονται. |
| 809 | Primary τετράδι δʼ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς. |
| 810 | Primary εἰνὰς δʼ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ, |
| 811 | Primary πρωτίστη δʼ εἰνὰς παναπήμων ἀνθρώποισιν· |
| 812 | Primary ἐσθλὴ μὲν γάρ θʼ ἥ γε φυτευέμεν ἠδὲ γενέσθαι |
| 813 | Primary ἀνέρι τʼ ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ. |
| 814 | Primary παῦροι δʼ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην |
| 815 | Primary ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι |
| 816 | Primary βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι, |
| 817 | Primary νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον |
| 818 | Primary εἰρύμεναι· παῦροι δέ τʼ ἀληθέα κικλῄσκουσιν. |
| 819 | Primary τετράδι δʼ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ |
| 820 | Primary μέσση· παῦροι δʼ αὖτε μετʼ εἰκάδα μηνὸς ἀρίστην |
| 821 | Primary ἠοῦς γιγνομένης· ἐπὶ δείελα δʼ ἐστὶ χερείων. |
| 822 | Primary αἵδε μὲν ἡμέραι εἰσιν ἐπιχθονίοις μέγʼ ὄνειαρ, |
| 823 | Primary αἱ δʼ ἄλλαι μετάδουποι, ἀκήριοι, οὔ τι φέρουσαι. |
| 824 | Primary ἄλλος δʼ ἀλλοίην αἰνεῖ, παῦροι δὲ ἴσασιν. |
| 825 | Primary ἄλλοτε μητρυιὴ πέλει ἡμέρη, ἄλλοτε μήτηρ. |
| 826 | Primary τάων εὐδαίμων τε καὶ ὄλβιος, ὃς τάδε πάντα |
| 827 | Primary εἰδὼς ἐργάζηται ἀναίτιος ἀθανάτοισιν, |
| 828 | Primary ὄρνιθας κρίνων καὶ ὑπερβασίας ἀλεείνων. |