Reader
Reader | Hymn to Zeus, Hymn 1
Hymn to Zeus
Cleanthes of Assos
Text
Position
Line 1 of 39
| Line Ref | E. H. Blakeney | English | Greek source text | Ancient Greek |
|---|---|---|
| Κύδιστ᾽ ἀθανάτων, πολυώνυμε, παγκρατὲς ἀεὶ | 1 | Primary Most glorious of Immortals, mighty God, | Compare Κύδιστ᾽ ἀθανάτων, πολυώνυμε, παγκρατὲς ἀεὶ |
| Ζεῦ, φύσεως ἀρχηγέ, νόμου μέτα πάντα κυβερνῶν, | 2 | Primary Invoked by many a name, O sovran King | Compare Ζεῦ, φύσεως ἀρχηγέ, νόμου μέτα πάντα κυβερνῶν, |
| χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν. | 3 | Primary Of universal Nature, piloting this world in harmony with Law, all hail! | Compare χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν. |
| ἐκ σοῦ γὰρ γένος ἐσμέν, ἑνὸς | 4 | Primary Thee it is meet that mortals should invoke, | Compare ἐκ σοῦ γὰρ γένος ἐσμέν, ἑνὸς |
| μίμημα λαχόντες | 5 | Primary For we Thine offspring are, | Compare μίμημα λαχόντες |
| μοῦνον, ὅσα ζώει τε καὶ ἕρπει θνήτ᾽ ἐπὶ γαῖαν. | 6 | Primary and sole of all created things that live and move on earth | Compare μοῦνον, ὅσα ζώει τε καὶ ἕρπει θνήτ᾽ ἐπὶ γαῖαν. |
| τῷ σε καθυμνήσω, καὶ σὺν κράτος αἰὲν ἀείσω. | 7 | Primary receive from Thee the image of the One. | Compare τῷ σε καθυμνήσω, καὶ σὺν κράτος αἰὲν ἀείσω. |
| σοὶ δὴ πᾶς ὅδε κόσμος ἑλισσόμενος περὶ γαῖαν | 8 | Primary Therefore I praise Thee, | Compare σοὶ δὴ πᾶς ὅδε κόσμος ἑλισσόμενος περὶ γαῖαν |
| πείθεται, ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται· | 9 | Primary and shall hymn Thy power unceasingly. | Compare πείθεται, ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται· |
| τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν | 10 | Primary Thee the wide world obeys, | Compare τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν |
| ἀμφήκη, πυρόεντα, ἀειζώοντα κεραυνόν. | 11 | Primary as onward ever in its course it rolls where'er Thou guidest, and rejoices still beneath Thy sway. | Compare ἀμφήκη, πυρόεντα, ἀειζώοντα κεραυνόν. |
| τοῦ γὰρ ὑπὸ πληγῆς φύσεως πάντ᾽ ἐρρίγασιν, | 12 | Primary So strong a minister is held by Thine unconquerable hands, | Compare τοῦ γὰρ ὑπὸ πληγῆς φύσεως πάντ᾽ ἐρρίγασιν, |
| ᾧ σὺ κατευθύνεις κοινὸν λόγον ὃς διὰ πάντων | 13 | Primary that two-edged thunderbolt of living fire | Compare ᾧ σὺ κατευθύνεις κοινὸν λόγον ὃς διὰ πάντων |
| φοιτᾷ, μιγνύμενος μεγάλους μικροῖς τε φάεσσιν, | 14 | Primary that never fails. | Compare φοιτᾷ, μιγνύμενος μεγάλους μικροῖς τε φάεσσιν, |
| ὡς τόσσος γεγαὼς, ὕπατος βασιλεὺς διὰ παντός. | 15 | Primary Under its dreadful blow all Nature reels; | Compare ὡς τόσσος γεγαὼς, ὕπατος βασιλεὺς διὰ παντός. |
| οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθανὶ σοῦ δίχα, δαῖμον, | 16 | Primary therewith Thou dost direct the Universal Reason | Compare οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθανὶ σοῦ δίχα, δαῖμον, |
| οὔτε κατ' αἰθέριον θεῖον πόλον οὔτ᾽ ἐνὶ πόντῳ, | 17 | Primary which, commixt with all the greater and the lesser lights, | Compare οὔτε κατ' αἰθέριον θεῖον πόλον οὔτ᾽ ἐνὶ πόντῳ, |
| πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέρῃσιν ἀνοίαις. | 18 | Primary moves through the Universe. | Compare πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέρῃσιν ἀνοίαις. |
| ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι, | 19 | Primary How great Thou art, the Lord supreme for ever and for aye! | Compare ἀλλὰ σὺ καὶ τὰ περισσὰ ἐπίστασαι ἄρτια θεῖναι, |
| καὶ κοσμεῖν τὰ ἄκοσμα, καὶ οὐ φίλα σοὶ φίλα ἐστίν. | 20 | Primary No work is wrought apart from Thee, O God, | Compare καὶ κοσμεῖν τὰ ἄκοσμα, καὶ οὐ φίλα σοὶ φίλα ἐστίν. |
| ὧδε γὰρ εἰς ἕν ἅπαντα συνήρμοκας ἐσθλὰ κακοῖσιν, | 21 | Primary or in the world, or in the heaven above, | Compare ὧδε γὰρ εἰς ἕν ἅπαντα συνήρμοκας ἐσθλὰ κακοῖσιν, |
| ὥσθ᾽ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα, | 22 | Primary or on the deep, | Compare ὥσθ᾽ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα, |
| ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσι | 23 | Primary save only what is done by sinners in their folly. | Compare ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσι |
| δύσμοροι, οἵ τ᾽ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες | 24 | Primary Nay, Thou canst make the rough smooth, | Compare δύσμοροι, οἵ τ᾽ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες |
| οὔτ᾽ ἐσορῶσι θεοῦ κοινὸν νόμον, οὔτε κλύουσιν, | 25 | Primary bring wondrous order forth from chaos; | Compare οὔτ᾽ ἐσορῶσι θεοῦ κοινὸν νόμον, οὔτε κλύουσιν, |
| ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν, | 26 | Primary in Thy sight unloveliness seems beautiful; | Compare ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν, |
| αὐτοὶ δ᾽ αὖθ᾽ ὁρμῶσιν ἄνευ καλοῦ ἄλλος ἐπ᾽ ἄλλα. | 27 | Primary for so Thou hast fitted things together, | Compare αὐτοὶ δ᾽ αὖθ᾽ ὁρμῶσιν ἄνευ καλοῦ ἄλλος ἐπ᾽ ἄλλα. |
| οἱ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες, | 28 | Primary good and evil, | Compare οἱ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες, |
| οἱ δ᾽ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ, | 29 | Primary that there reigns one everlasting Reason in them all. | Compare οἱ δ᾽ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ, |
| ἄλλοι δ᾽ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα, | 30 | Primary The wicked heed not this, but suffer it to slip, to their undoing; | Compare ἄλλοι δ᾽ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα, |
| σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι, | 31 | Primary these are they who, yearning ever to secure the good, mark not nor hear the law of God, | Compare σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι, |
| ἀλλὰ Ζεῦ πάνδωρε, κελαινεφές, ἀρχικέραυνε, | 32 | Primary by wise obedience unto which they might attain a nobler life, with Reason harmonized. | Compare ἀλλὰ Ζεῦ πάνδωρε, κελαινεφές, ἀρχικέραυνε, |
| ἀνθρώπους ῥύσιο ἀπειροσύνης ἀπὸ λυγρῆς, | 33 | Primary But now, unbid, they pass on divers paths, each his own way, yet knowing not the truth: | Compare ἀνθρώπους ῥύσιο ἀπειροσύνης ἀπὸ λυγρῆς, |
| ἣν σύ, πάτερ, σκέδασον ψυχῆς ἀπο, δὸς δὲ κυρῆσαι | 34 | Primary some in unlovely striving for renown, | Compare ἣν σύ, πάτερ, σκέδασον ψυχῆς ἀπο, δὸς δὲ κυρῆσαι |
| γνώμης, ᾗ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾷς, | 35 | Primary some bent on lawless gains, on pleasure some, | Compare γνώμης, ᾗ πίσυνος σὺ δίκης μέτα πάντα κυβερνᾷς, |
| ὄφρ᾽ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ | 36 | Primary working their own undoings self-deceived. | Compare ὄφρ᾽ ἂν τιμηθέντες ἀμειβώμεσθά σε τιμῇ |
| ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε | 37 | Primary O Thou most bounteous God that sittest throned in clouds, the Lord of lightning, save mankind from grievous ignorance! | Compare ὑμνοῦντες τὰ σὰ ἔργα διηνεκές, ὡς ἐπέοικε |
| θνητὸν ἐόντ᾽, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον, | 38 | Primary Oh, scatter it far from their souls, and grant them to achieve true knowledge, on whose might Thou dost rely to govern all the world in righteousness; | Compare θνητὸν ἐόντ᾽, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον, |
| οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν. | 39 | Primary that so, being honoured, we may Thee requite with honour, chanting without pause Thy deeds, as all men should; since greater guerdon ne'er befalls or man or god than evermore duly to praise the Universal Law. | Compare οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν. |