Reader
Reader | Homeric Hymns, Hymn 18
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 12
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary Ἑρμῆν ἀείδω Κυλλήνιον, Ἀργειφόντην, |
| 2 | Primary Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου, |
| 3 | Primary ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα, |
| 4 | Primary Ατλαντος θυγάτηρ, Διὸς ἐν φιλότητι μιγεῖσα, |
| 5 | Primary αἰδοίη· μακάρων δὲ θεῶν ἀλέεινεν ὅμιλον, |
| 6 | Primary ἄντρῳ ναιετάουσα παλισκίῳ· ἔνθα Κρονίων |
| 7 | Primary νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ, |
| 8 | Primary εὖτε κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην· |
| 9 | Primary λάνθανε δ’ ἀθανάτους τε θεοὺς θνητούς τ’ ἀνθρώπους. |
| 10 | Primary καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος υἱέ· |
| 11 | Primary σεῦ δ’ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον. |
| 12 | Primary [ χαῖρ’. Ἑρμῆ χαριδῶτα, διάκτορε, δῶτορ ἐάων. ] |