Reader
Reader | Homeric Hymns, Hymn 19
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 49
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα, |
| 2 | Primary αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστ’ ἀνὰ πίση |
| 3 | Primary δενδρήεντ’ ἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις, |
| 4 | Primary αἵ τε κατ’ αἰγίλιπος πέτρης στείβουσι κάρηνα |
| 5 | Primary Πᾶν’ ἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον, |
| 6 | Primary αὐχμήενθ’, ὃς πάντα λόφον νιφόεντα λέλογχε |
| 7 | Primary καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα. |
| 8 | Primary φοιτᾷ δ’ ἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά, |
| 9 | Primary ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν, |
| 10 | Primary ἄλλοτε δ’ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ, |
| 11 | Primary ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων. |
| 12 | Primary πολλάκι δ’ ἀργινόεντα διέδραμεν οὔρεα μακρά, |
| 13 | Primary πολλάκι δ’ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων, |
| 14 | Primary ὀξέα δερκόμενος· τότε δ’ ἕσπερος ἔκλαγεν οἶον |
| 15 | Primary ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων |
| 16 | Primary νήδυμον· οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν |
| 17 | Primary ὄρνις, ἥτ’ ἔαρος πολυανθέος ἐν πετάλοισι |
| 18 | Primary θρῆνον ἐπιπροχέουσ’ ἀχέει μελίγηρυν ἀοιδήν. |
| 19 | Primary σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι |
| 20 | Primary φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ |
| 21 | Primary μέλπονται· κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ· |
| 22 | Primary δαίμων δ’ ἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δ’ ἐς μέσον ἕρπων, |
| 23 | Primary πυκνὰ ποσὶν διέπει, λαῖφος δ’ ἐπὶ νῶτα δαφοινὸν |
| 24 | Primary λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς |
| 25 | Primary ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδ’ ὑάκινθος |
| 26 | Primary εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ. |
| 27 | Primary ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον· |
| 28 | Primary οἷόν θ’ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων |
| 29 | Primary ἔννεπον, ὡς ὅ γ’ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι, |
| 30 | Primary καί ῥ’ ὅ γ’ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων, |
| 31 | Primary ἐξίκετ’, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν. |
| 32 | Primary ἔνθ’ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλ’ ἐνόμευεν |
| 33 | Primary ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν |
| 34 | Primary νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι· |
| 35 | Primary ἐκ δ’ ἐτέλεσσε γάμον θαλερόν. τέκε δ’ ἐν μεγάροισιν |
| 36 | Primary Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι, |
| 37 | Primary αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα· |
| 38 | Primary φεῦγε δ’ ἀναΐξασα, λίπεν δ’ ἄρα παῖδα τιθήνη |
| 39 | Primary δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον. |
| 40 | Primary τὸν δ’ αἶψ’ Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε |
| 41 | Primary δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων. |
| 42 | Primary ῥίμφα δ’ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας |
| 43 | Primary δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ |
| 44 | Primary πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι, |
| 45 | Primary δεῖξε δὲ κοῦρον ἑόν· πάντες δ’ ἄρα θυμὸν ἔτερφθεν |
| 46 | Primary ἀθάνατοι, περίαλλα δ’ ὁ Βάκχειος Διόνυσος· |
| 47 | Primary Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε. |
| 48 | Primary καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σ’ ἀοιδῇ |
| 49 | Primary αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς. |