Reader
Reader | Homeric Hymns, Hymn 20
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 8
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια, |
| 2 | Primary ὃς μετʼ Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργα |
| 3 | Primary ἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περ |
| 4 | Primary ἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες. |
| 5 | Primary νῦν δὲ διʼ Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντες |
| 6 | Primary ῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸν |
| 7 | Primary εὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν. |
| 8 | Primary ἀλλʼ ἵληθʼ, Ἥφαιστε· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον. |