Reader
Reader | Homeric Hymns, Hymn 1
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 21
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary οἳ μὲν γὰρ Δρακάνῳ σʼ, οἳ δʼ Ἰκάρῳ ἠνεμοέσσῃ |
| 2 | Primary φάσʼ, οἳ δʼ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα, |
| 3 | Primary οἳ δέ σʼ ἐπʼ Ἀλφειῷ ποταμῷ βαθυδινήεντι |
| 4 | Primary κυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ· |
| 5 | Primary ἄλλοι δʼ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι, |
| 6 | Primary ψευδόμενοι· σὲ δʼ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε |
| 7 | Primary πολλὸν ἀπʼ ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην. |
| 8 | Primary ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ, |
| 9 | Primary τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων, |
| 10 | Primary -->καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλʼ ἐνὶ νηοῖς. |
| 11 | Primary ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶ |
| 12 | Primary ἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας. --> |
| 13 | Primary ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων· |
| 14 | Primary ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος |
| 15 | Primary κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον. |
| 16 | Primary ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς. |
| 17 | Primary ἵληθʼ, εἰραφιῶτα, γυναιμανές· οἱ δέ σʼ ἀοιδοὶ |
| 18 | Primary ᾄδομεν ἀρχόμενοι λήγοντές τʼ· οὐδέ πῃ ἔστι |
| 19 | Primary σεῖʼ ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς. |
| 20 | Primary καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυσʼ εἰραφιῶτα, |
| 21 | Primary σὺν μητρὶ Σεμέλῃ, ἥν περ καλέουσι Θυώνην. |