Reader
Reader | Homeric Hymns, Hymn 2
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 498
Waypoints
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary Δήμητρʼ ἠύκομον, σεμνὴν θεόν, ἄρχομʼ ἀείδειν, |
| 2 | Primary αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς |
| 3 | Primary ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς, |
| 4 | Primary νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου, |
| 5 | Primary παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις |
| 6 | Primary ἄνθεά τʼ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδʼ ἴα καλὰ |
| 7 | Primary λειμῶνʼ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον |
| 8 | Primary νάρκισσόν θʼ, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ |
| 9 | Primary Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ, |
| 10 | Primary θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαι |
| 11 | Primary ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις· |
| 12 | Primary τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει· |
| 13 | Primary κὦζʼ ἥδιστʼ ὀδμή, πᾶς τʼ οὐρανὸς εὐρὺς ὕπερθεν |
| 14 | Primary γαῖά τε πᾶσʼ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης. |
| 15 | Primary ἣ δʼ ἄρα θαμβήσασʼ ὠρέξατο χερσὶν ἅμʼ ἄμφω |
| 16 | Primary καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια |
| 17 | Primary Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων |
| 18 | Primary ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. |
| 19 | Primary ἁρπάξας δʼ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν |
| 20 | Primary ἦγʼ ὀλοφυρομένην· ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ, |
| 21 | Primary κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον. |
| 22 | Primary οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων |
| 23 | Primary ἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι† |
| 24 | Primary εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα |
| 25 | Primary ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος, |
| 26 | Primary Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός, |
| 27 | Primary κούρης κεκλομένης πατέρα Κρονίδην· ὃ δὲ νόσφιν |
| 28 | Primary ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ, |
| 29 | Primary δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων. |
| 30 | Primary τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι |
| 31 | Primary πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων, |
| 32 | Primary ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. |
| 33 | Primary ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα |
| 34 | Primary λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα |
| 35 | Primary αὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴν |
| 36 | Primary ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων, |
| 37 | Primary τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ· |
| 38 | Primary ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου |
| 39 | Primary φωνῇ ὑπʼ ἀθανάτῃ· τῆς δʼ ἔκλυε πότνια μήτηρ. |
| 40 | Primary ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις |
| 41 | Primary ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι, |
| 42 | Primary κυάνεον δὲ κάλυμμα κατʼ ἀμφοτέρων βάλετʼ ὤμων, |
| 43 | Primary σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν |
| 44 | Primary μαιομένη· τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαι |
| 45 | Primary ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, |
| 46 | Primary οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν. |
| 47 | Primary ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ |
| 48 | Primary στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα, |
| 49 | Primary οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο |
| 50 | Primary πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς. |
| 51 | Primary ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς, |
| 52 | Primary ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα |
| 53 | Primary καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε· |
| 54 | Primary -->πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε, |
| 55 | Primary τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων |
| 56 | Primary ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν; |
| 57 | Primary φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν, |
| 58 | Primary ὅστις ἔην· σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα. --> |
| 59 | Primary ὣς ἄρʼ ἔφη Ἑκάτη· τὴν δʼ οὐκ ἠμείβετο μύθῳ |
| 60 | Primary Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇ |
| 61 | Primary ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα. |
| 62 | Primary Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν, |
| 63 | Primary στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων· |
| 64 | Primary -->ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ |
| 65 | Primary ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα· |
| 66 | Primary κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν, |
| 67 | Primary τῆς ἀδινὴν ὄπʼ ἄκουσα διʼ αἰθέρος ἀτρυγέτοιο |
| 68 | Primary ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν. |
| 69 | Primary ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον |
| 70 | Primary αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι, |
| 71 | Primary νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας, |
| 72 | Primary ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ |
| 73 | Primary οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων. --> |
| 74 | Primary ὣς φάτο· τὴν δʼ Ὑπεριονίδης ἠμείβετο μύθῳ· |
| 75 | Primary -->Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα, |
| 76 | Primary εἰδήσεις· δὴ γὰρ μέγα σʼ ἅζομαι ἠδʼ ἐλεαίρω |
| 77 | Primary ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος |
| 78 | Primary αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς, |
| 79 | Primary ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν |
| 80 | Primary αὐτοκασιγνήτῳ· ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα |
| 81 | Primary ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν. |
| 82 | Primary ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ |
| 83 | Primary μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς |
| 84 | Primary γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς, |
| 85 | Primary αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν |
| 86 | Primary ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη, |
| 87 | Primary τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι. --> |
| 88 | Primary ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς |
| 89 | Primary ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί. |
| 90 | Primary Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν· |
| 91 | Primary χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι |
| 92 | Primary νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον |
| 93 | Primary ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα |
| 94 | Primary εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν |
| 95 | Primary εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν, |
| 96 | Primary πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα, |
| 97 | Primary ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν. |
| 98 | Primary ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ, |
| 99 | Primary Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται, |
| 100 | Primary ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης, |
| 101 | Primary γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο |
| 102 | Primary εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης, |
| 103 | Primary οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων |
| 104 | Primary παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα. |
| 105 | Primary τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες |
| 106 | Primary ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν |
| 107 | Primary κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός, |
| 108 | Primary τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι, |
| 109 | Primary Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα |
| 110 | Primary Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν· |
| 111 | Primary οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι. |
| 112 | Primary ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων· |
| 113 | Primary -->τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων; |
| 114 | Primary τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι |
| 115 | Primary πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα |
| 116 | Primary τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν, |
| 117 | Primary αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ. --> |
| 118 | Primary ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων· |
| 119 | Primary -->τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων, |
| 120 | Primary χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς |
| 121 | Primary ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι. |
| 122 | Primary Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ. |
| 123 | Primary νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης |
| 124 | Primary ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ |
| 125 | Primary ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα |
| 126 | Primary νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες |
| 127 | Primary ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί, |
| 128 | Primary δεῖπνόν τʼ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός· |
| 129 | Primary ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός· |
| 130 | Primary λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνης |
| 131 | Primary φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με |
| 132 | Primary ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς. |
| 133 | Primary οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα, |
| 134 | Primary ἥ τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν. |
| 135 | Primary ἀλλʼ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματʼ ἔχοντες |
| 136 | Primary δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι, |
| 137 | Primary ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι. |
| 137a | Primary τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι, |
| 138 | Primary προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαι |
| 139 | Primary ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι |
| 140 | Primary πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται· |
| 141 | Primary καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα |
| 142 | Primary καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι |
| 143 | Primary καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων |
| 144 | Primary δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας. --> |
| 145 | Primary φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής, |
| 146 | Primary Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη· |
| 147 | Primary -->μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ |
| 148 | Primary τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι. |
| 149 | Primary ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω |
| 150 | Primary ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς |
| 151 | Primary δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος |
| 152 | Primary εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν· |
| 153 | Primary ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου |
| 154 | Primary ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο |
| 155 | Primary καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο, |
| 156 | Primary τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι· |
| 157 | Primary τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν |
| 158 | Primary εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν, |
| 159 | Primary ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι. |
| 160 | Primary εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς |
| 161 | Primary ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ |
| 162 | Primary εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ |
| 163 | Primary ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν. |
| 164 | Primary τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ |
| 165 | Primary ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε. |
| 166 | Primary εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, |
| 167 | Primary ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων |
| 168 | Primary ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη. --> |
| 169 | Primary ὣς ἔφαθʼ· ἣ δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ |
| 170 | Primary πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι. |
| 171 | Primary ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ |
| 172 | Primary ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. ἣ δὲ μάλʼ ὦκα |
| 173 | Primary ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ. |
| 174 | Primary αἳ δʼ ὥστʼ ἢ ἔλαφοι ἢ πόρτιες εἴαρος ὥρῃ |
| 175 | Primary ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ, |
| 176 | Primary ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων |
| 177 | Primary ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται |
| 178 | Primary ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι. |
| 179 | Primary τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ |
| 180 | Primary κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς |
| 181 | Primary ἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ |
| 182 | Primary στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος |
| 183 | Primary κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν. |
| 184 | Primary αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο, |
| 185 | Primary βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ |
| 186 | Primary ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο |
| 187 | Primary παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν |
| 188 | Primary ἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου |
| 189 | Primary κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο. |
| 190 | Primary τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν· |
| 191 | Primary εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν. |
| 192 | Primary ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος, |
| 193 | Primary ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ, |
| 194 | Primary ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα, |
| 195 | Primary πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα |
| 196 | Primary πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας. |
| 197 | Primary ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην· |
| 198 | Primary δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου, |
| 199 | Primary οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ, |
| 200 | Primary ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος |
| 201 | Primary ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός, |
| 202 | Primary πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα |
| 203 | Primary πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν, |
| 204 | Primary μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν· |
| 205 | Primary ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς. |
| 206 | Primary τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου |
| 207 | Primary πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε |
| 208 | Primary πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ |
| 209 | Primary δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ. |
| 210 | Primary ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε· |
| 211 | Primary δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ |
| 212 | Primary τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα· |
| 213 | Primary -->χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων |
| 214 | Primary ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς |
| 215 | Primary καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων. |
| 216 | Primary ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ |
| 217 | Primary τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται. |
| 218 | Primary νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ. |
| 219 | Primary παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον |
| 220 | Primary ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν. |
| 221 | Primary εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, |
| 222 | Primary ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων |
| 223 | Primary ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην. --> |
| 224 | Primary τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ· |
| 225 | Primary -->καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν· |
| 226 | Primary παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις, |
| 227 | Primary θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης |
| 228 | Primary οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον· |
| 229 | Primary οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο, |
| 230 | Primary οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν. --> |
| 231 | Primary ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ |
| 232 | Primary χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ. |
| 233 | Primary ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν |
| 234 | Primary Δημοφόωνθʼ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα, |
| 235 | Primary ἔτρεφεν ἐν μεγάροις· ὃ δʼ ἀέξετο δαίμονι ἶσος, |
| 236 | Primary οὔτʼ οὖν σῖτον ἔδων, οὐ θησάμενος γάλα μητρὸς |
| 236a | Primary ἠματίη μὲν γὰρ καλλιστέφανος Δημήτηρ |
| 237 | Primary χρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα |
| 238 | Primary ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα· |
| 239 | Primary νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν |
| 240 | Primary λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο, |
| 241 | Primary ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει. |
| 242 | Primary καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε, |
| 243 | Primary εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα |
| 244 | Primary νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο |
| 245 | Primary σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ |
| 246 | Primary δείσασʼ ᾧ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ |
| 247 | Primary καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· |
| 248 | Primary -->τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ |
| 249 | Primary κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν. --> |
| 250 | Primary ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων. |
| 251 | Primary τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ |
| 252 | Primary παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε, |
| 253 | Primary χείρεσσʼ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε, |
| 254 | Primary ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλʼ αἰνῶς, |
| 255 | Primary καί ῥʼ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν· |
| 256 | Primary -->νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτʼ ἀγαθοῖο |
| 257 | Primary αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο· |
| 258 | Primary καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης. |
| 259 | Primary ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ, |
| 260 | Primary ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα |
| 261 | Primary παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν· |
| 262 | Primary νῦν δʼ οὐκ ἔσθʼ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι· |
| 263 | Primary τιμὴ δʼ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων |
| 264 | Primary ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν. |
| 265 | Primary ὥρῃσιν δʼ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν |
| 266 | Primary παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν |
| 267 | Primary αἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα. |
| 268 | Primary εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον |
| 269 | Primary ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται. |
| 270 | Primary ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ |
| 271 | Primary τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος |
| 272 | Primary Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ. |
| 273 | Primary ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα |
| 274 | Primary εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε. --> |
| 275 | Primary ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε |
| 276 | Primary γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο· |
| 277 | Primary ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων |
| 278 | Primary σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο |
| 279 | Primary λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους, |
| 280 | Primary αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς· |
| 281 | Primary βῆ δὲ διὲκ μεγάρων· τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο, |
| 282 | Primary δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς |
| 283 | Primary μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι. |
| 284 | Primary τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν, |
| 285 | Primary κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· ἣ μὲν ἔπειτα |
| 286 | Primary παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ· |
| 287 | Primary ἣ δʼ ἄρα πῦρ ἀνέκαιʼ· ἣ δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι |
| 288 | Primary μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο. |
| 289 | Primary ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα |
| 290 | Primary ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός· |
| 291 | Primary χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι. |
| 292 | Primary αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο |
| 293 | Primary δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν |
| 294 | Primary εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο, |
| 295 | Primary ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ. |
| 296 | Primary αὐτὰρ ὅ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν |
| 297 | Primary ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν |
| 298 | Primary ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ. |
| 299 | Primary οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος, |
| 300 | Primary τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος. |
| 301 | Primary αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο, |
| 302 | Primary βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ |
| 303 | Primary ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων |
| 304 | Primary μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός. |
| 305 | Primary αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν |
| 306 | Primary ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα |
| 307 | Primary σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ· |
| 308 | Primary πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις· |
| 309 | Primary πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ· |
| 310 | Primary καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων |
| 311 | Primary λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν |
| 312 | Primary καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας, |
| 313 | Primary εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ. |
| 314 | Primary Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι |
| 315 | Primary Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν. |
| 316 | Primary ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι |
| 317 | Primary πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν. |
| 318 | Primary ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης, |
| 319 | Primary εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον |
| 320 | Primary καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· |
| 321 | Primary -->Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς |
| 322 | Primary ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων. |
| 323 | Primary ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω. --> |
| 324 | Primary ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός. |
| 325 | Primary αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας |
| 326 | Primary πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες |
| 327 | Primary κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα |
| 328 | Primary τιμάς θʼ, †ἅς κʼ ἐθέλοιτο† μετʼ ἀθανάτοισιν ἑλέσθαι. |
| 329 | Primary ἀλλʼ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα |
| 330 | Primary θυμῷ χωομένης· στερεῶς δʼ ἠναίνετο μύθους. |
| 331 | Primary οὐ μὲν γάρ ποτʼ ἔφασκε θυώδεος Οὐλύμποιο |
| 332 | Primary πρίν γʼ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν, |
| 333 | Primary πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην. |
| 334 | Primary αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς, |
| 335 | Primary εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην, |
| 336 | Primary ὄφρʼ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν |
| 337 | Primary ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος |
| 338 | Primary ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα ἑ μήτηρ |
| 339 | Primary ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο. |
| 340 | Primary Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίης |
| 341 | Primary ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο. |
| 342 | Primary τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα, |
| 343 | Primary ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι, |
| 344 | Primary πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· ἣ δʼ ἀποτηλοῦ |
| 345 | Primary ἔργοις θεῶν μακάρων δεινὴν μητίσετο βουλήν. |
| 346 | Primary ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης· |
| 347 | Primary -->Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων, |
| 348 | Primary Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν |
| 349 | Primary ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα ἑ μήτηρ |
| 350 | Primary ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς |
| 351 | Primary ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον, |
| 352 | Primary φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων, |
| 353 | Primary σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς |
| 354 | Primary ἀθανάτων· ἣ δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι |
| 355 | Primary μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ |
| 356 | Primary ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα. --> |
| 357 | Primary ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς |
| 358 | Primary ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς· |
| 359 | Primary ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ· |
| 360 | Primary -->ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον |
| 361 | Primary ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα, |
| 362 | Primary μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων· |
| 363 | Primary οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης, |
| 364 | Primary αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσα |
| 365 | Primary δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει, |
| 366 | Primary τιμὰς δὲ σχήσησθα μετʼ ἀθανάτοισι μεγίστας. |
| 367 | Primary τῶν δʼ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα, |
| 368 | Primary οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται |
| 369 | Primary εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες. --> |
| 370 | Primary ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια, |
| 371 | Primary καρπαλίμως δʼ ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὅ γʼ αὐτὸς |
| 372 | Primary ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ, |
| 373 | Primary ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα |
| 374 | Primary αὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ. |
| 375 | Primary ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν |
| 376 | Primary ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς. |
| 377 | Primary ἣ δʼ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης |
| 378 | Primary ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι |
| 379 | Primary σεῦε διὲκ μεγάρων· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην. |
| 380 | Primary ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα |
| 381 | Primary οὔθʼ ὕδωρ ποταμῶν οὔτʼ ἄγκεα ποιήεντα |
| 382 | Primary ἵππων ἀθανάτων οὔτʼ ἄκριες ἔσχεθον ὁρμήν, |
| 383 | Primary ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες. |
| 384 | Primary στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ, |
| 385 | Primary νηοῖο προπάροιθε θυώδεος· ἣ δὲ ἰδοῦσα |
| 386 | Primary ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ. |
| 387 | Primary Περσεφόνη δʼ ἑτέρ ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ |
| 388 | Primary μητρὸς ἑῆς κατʼ ἄρʼ ἥ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους |
| 389 | Primary ἆλτο θέει ν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα· |
| 390 | Primary τῇ δὲ φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ |
| 391 | Primary α ἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶς |
| 392 | Primary παυομ ένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ· |
| 393 | Primary -->τέκνον, μή ῥά τι μοι σ ύ γε πάσσαο νέρθεν ἐοῦσα |
| 394 | Primary βρώμης; ἐξαύδα, μ ὴ κεῦθʼ, ἵνα εἴδομεν ἄμφω· |
| 395 | Primary ὣς μὲν γάρ κεν ἐοῦσα π αρὰ στυγεροῦ Ἀίδαο |
| 396 | Primary καὶ παρʼ ἐμοὶ καὶ πατρὶ κελ αινεφέϊ Κρονίωνι |
| 397 | Primary ναιετάοις πάντεσσι τετιμ ένη ἀθανάτοι σιν. |
| 398 | Primary εἰ δʼ ἐπάσω, πάλιν αὖτις ἰοῦσʼ ὑπ ὸ κεύθεσι γαίης |
| 399 | Primary οἰκήσεις ὡρέων τρίτατον μέρ ος εἰς ἐνιαυτόν, |
| 400 | Primary τὰς δὲ δύω παρʼ ἐμοί τε καὶ ἄλλοις ἀθανά τοισιν. |
| 401 | Primary ὁππότε δʼ ἄνθεσι γαῖʼ εὐώδε σιν εἰαρινο ῖσι |
| 402 | Primary παντοδαποῖς θάλλῃ, τόθʼ ὑπὸ ζόφου ἠερόεντος |
| 403 | Primary αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τʼ ἀνθρώποις. |
| 403a | Primary εἶπε δὲ πῶς σʼ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα |
| 404 | Primary καὶ τίνι σʼ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων; --> |
| 405 | Primary τὴν δʼ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα· |
| 406 | Primary -->τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα· |
| 407 | Primary εὖτέ μοι Ἑρμῆς ἦλθʼ ἐριούνιος ἄγγελος ὠκὺς |
| 408 | Primary πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων, |
| 409 | Primary ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα |
| 410 | Primary λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς, |
| 411 | Primary αὐτίκʼ ἐγὼν ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὃ λάθρῃ |
| 412 | Primary ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέʼ ἐδωδήν, |
| 413 | Primary ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι. |
| 414 | Primary ὡς δέ μʼ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν |
| 415 | Primary ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης, |
| 416 | Primary ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις. |
| 417 | Primary ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα, |
| 418 | Primary Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη |
| 419 | Primary καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε |
| 420 | Primary Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις |
| 421 | Primary Χρυσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τʼ Ἀδμήτη τε |
| 422 | Primary καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ |
| 423 | Primary καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τʼ ἐρατεινὴ |
| 424 | Primary Παλλάς τʼ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα, |
| 425 | Primary παίζομεν ἠδʼ ἄνθεα δρέπομεν χείρεσσʼ ἐρόεντα, |
| 426 | Primary μίγδα κρόκον τʼ ἀγανὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον |
| 427 | Primary καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι, |
| 428 | Primary νάρκισσόν θʼ, ὃν ἔφυσʼ ὥς περ κρόκον εὐρεῖα χθών. |
| 429 | Primary αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δʼ ἔνερθε |
| 430 | Primary χώρησεν· τῇ δʼ ἔκθορʼ ἄναξ κρατερὸς Πολυδέγμων· |
| 431 | Primary βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι |
| 432 | Primary πόλλʼ ἀεκαζομένην· ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ. |
| 433 | Primary ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω. --> |
| 434 | Primary ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι |
| 435 | Primary πολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον |
| 436 | Primary ἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός. |
| 437 | Primary γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε. |
| 438 | Primary τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος· |
| 439 | Primary πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν· |
| 440 | Primary ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα. |
| 441 | Primary ταῖς δὲ μέτʼ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς |
| 442 | Primary Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον |
| 443 | Primary ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς |
| 444 | Primary δωσέμεν, ἅς κεν ἕλοιτο μετʼ ἀθανάτοισι θεοῖσι· |
| 445 | Primary νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο |
| 446 | Primary τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα, |
| 447 | Primary τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν. |
| 448 | Primary ὣς ἔφατʼ· οὐδʼ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων. |
| 449 | Primary ἐσσυμένως δʼ ἤιξε κατʼ Οὐλύμποιο καρήνων, |
| 450 | Primary ἐς δʼ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης |
| 451 | Primary τὸ πρίν, ἀτὰρ τότε γʼ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον |
| 452 | Primary ἑστήκει πανάφυλλον· ἔκευθε δʼ ἄρα κρῖ λευκὸν |
| 453 | Primary μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα |
| 454 | Primary μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν |
| 455 | Primary ἦρος ἀεξομένοιο, πέδῳ δʼ ἄρα πίονες ὄγμοι |
| 456 | Primary βρισέμεν ἀσταχύων, τὰ δʼ ἐν ἐλλεδανοῖσι δεδέσθαι. |
| 457 | Primary ἔνθʼ ἐπέβη πρώτιστον ἀπʼ αἰθέρος ἀτρυγέτοιο· |
| 458 | Primary ἀσπασίως δʼ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ. |
| 459 | Primary τὴν δʼ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος· |
| 460 | Primary -->δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς |
| 461 | Primary ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς |
| 462 | Primary δωσέμεν, ἅς κʼ ἐθέλῃσθα μετʼ ἀθανάτοισι θεοῖσι. |
| 463 | Primary νεῦσε δέ σοι κούρην ἔτεος π εριτελλομένοιο |
| 464 | Primary τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠ ερόεντα, |
| 465 | Primary τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις ἀθανάτοισιν. |
| 466 | Primary ὣς ἄρʼ ἔφη τελέ εσθαι· ἑῷ δʼ ἐπένευσε κάρητι. |
| 467 | Primary ἀλλʼ ἴθι, τέκνον ἐμόν, καὶ πείθεο, μηδέ τι λίην |
| 468 | Primary ἀ ζηχὲς μεν έαινε κελαινεφέι Κρονίωνι. |
| 469 | Primary α ἶψα δὲ κα ρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν. --> |
| 470 | Primary ὣ ς ἔφατʼ. οὐ δʼ ἀπίθησεν ἐυστέφανος Δημήτηρ· |
| 471 | Primary αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων· |
| 472 | Primary πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν |
| 473 | Primary ἔβρισʼ· ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι |
| 474 | Primary δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ |
| 475 | Primary Εὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶν |
| 476 | Primary δρησμοσύνην θʼ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι, |
| 477 | Primary Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ |
| 478 | Primary σεμνά, τά τʼ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι |
| 479 | Primary οὔτʼ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν. |
| 480 | Primary ὄλβιος, ὃς τάδʼ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων· |
| 481 | Primary ὃς δʼ ἀτελὴς ἱερῶν ὅς τʼ ἄμμορος, οὔποθʼ ὁμοίων |
| 482 | Primary αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι. |
| 483 | Primary αὐτὰρ ἐπειδὴ πάνθʼ ὑπεθήκατο δῖα θεάων, |
| 484 | Primary βάν ῥʼ ἴμεν Οὔλυμπόνδε θεῶν μεθʼ ὁμήγυριν ἄλλων. |
| 485 | Primary ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ |
| 486 | Primary σεμναί τʼ αἰδοῖαι τε· μέγʼ ὄλβιος, ὅν τινʼ ἐκεῖναι |
| 487 | Primary προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων· |
| 488 | Primary αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα |
| 489 | Primary Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν. |
| 490 | Primary ἀλλʼ ἄγʼ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα |
| 491 | Primary καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα, |
| 492 | Primary πότνια, ἀγλαόδωρʼ, ὡρηφόρε, Δηοῖ ἄνασσα, |
| 493 | Primary αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια· |
| 494 | Primary πρόφρονες ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε. |
| 495 | Primary αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς. |