Reader
Reader | Homeric Hymns, Hymn 25
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 7
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary μουσάων ἄρχωμαι Ἀπόλλωνός τε Διός τε· |
| 2 | Primary ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνος |
| 3 | Primary ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί, |
| 4 | Primary ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι |
| 5 | Primary φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή. |
| 6 | Primary χαίρετε, τέκνα Διός, καὶ ἐμὴν τιμήσατʼ ἀοιδήν· |
| 7 | Primary αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομʼ ἀοιδῆς. |