Reader
Reader | Homeric Hymns, Hymn 26
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 13
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομʼ ἀείδειν, |
| 2 | Primary Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν, |
| 3 | Primary ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτος |
| 4 | Primary δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον |
| 5 | Primary Νύσης ἐν γυάλοις· ὃ δʼ ἀέξετο πατρὸς ἕκητι |
| 6 | Primary ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν. |
| 7 | Primary αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν, |
| 8 | Primary δὴ τότε φοιτίζεσκε καθʼ ὑλήεντας ἐναύλους, |
| 9 | Primary κισσῷ καὶ δάφνῃ πεπυκασμένος· αἳ δʼ ἅμʼ ἕποντο |
| 10 | Primary Νύμφαι, ὃ δʼ ἐξηγεῖτο· βρόμος δʼ ἔχεν ἄσπετον ὕλην. |
| 11 | Primary καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλʼ ὦ Διόνυσε· |
| 12 | Primary δὸς δʼ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι, |
| 13 | Primary ἐκ δʼ αὖθʼ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς. |