Reader
Reader | Homeric Hymns, Hymn 27
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 22
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary Ἄρτεμιν ἀείδω χρυσηλάκατον, κελαδεινήν, |
| 2 | Primary παρθένον αἰδοίην, ἐλαφηβόλον, ἰοχέαιραν, |
| 3 | Primary αὐτοκασιγνήτην χρυσαόρου Ἀπόλλωνος, |
| 4 | Primary ἣ κατ’ ὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσας |
| 5 | Primary ἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνει |
| 6 | Primary πέμπουσα στονόεντα βέλη· τρομέει δὲ κάρηνα |
| 7 | Primary ὑψηλῶν ὀρέων, ἰάχει δ’ ἔπι δάσκιος ὕλη |
| 8 | Primary δεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρίσσει δέ τε γαῖα |
| 9 | Primary πόντος τ’ ἰχθυόεις· ἣ δ’ ἄλκιμον ἦτορ ἔχουσα |
| 10 | Primary πάντη ἐπιστρέφεται θηρῶν ὀλέκουσα γενέθλην. |
| 11 | Primary αὐτὰρ ἐπὴν τερφθῇ θηροσκόπος ἰοχέαιρα, |
| 12 | Primary εὐφρήνῃ δὲ νόον, χαλάσασ’ εὐκαμπέα τόξα |
| 13 | Primary ἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο, |
| 14 | Primary Φοίβου Ἀπόλλωνος, Δελφῶν ἐς πίονα δῆμον, |
| 15 | Primary Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα. |
| 16 | Primary ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺς |
| 17 | Primary ἡγεῖται χαρίεντα περὶ χροῒ κόσμον ἔχουσα, |
| 18 | Primary ἐξάρχουσα χορούς· αἳ δ’ ἀμβροσίην ὄπ’ ἰεῖσαι |
| 19 | Primary ὑμνεῦσιν Λητὼ καλλίσφυρον, ὡς τέκε παῖδας |
| 20 | Primary ἀθανάτων βουλῇ τε καὶ ἔργμασιν ἔξοχ’ ἀρίστους. |
| 21 | Primary χαίρετε, τέκνα Διὸς καὶ Λητοῦς ἠυκόμοιο· |
| 22 | Primary αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς. |