Reader
Reader | Homeric Hymns, Hymn 28
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 18
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary Παλλάδ’ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ’ ἀείδειν |
| 2 | Primary γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν, |
| 3 | Primary παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν, |
| 4 | Primary Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς |
| 5 | Primary σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε’ ἔχουσαν, |
| 6 | Primary χρύσεα, παμφανόωντα· σέβας δ’ ἔχε πάντας ὁρῶντας |
| 7 | Primary ἀθανάτους· ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο |
| 8 | Primary ἐσσυμένως ὤρουσεν ἀπ’ ἀθανάτοιο καρήνου, |
| 9 | Primary σείσασ’ ὀξὺν ἄκοντα· μέγας δ’ ἐλελίζετ’ Ὄλυμπος |
| 10 | Primary δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος· ἀμφὶ δὲ γαῖα |
| 11 | Primary σμερδαλέον ἰάχησεν· ἐκινήθη δ’ ἄρα πόντος, |
| 12 | Primary κύμασι πορφυρέοισι κυκώμενος· ἔκχυτο δ’ ἅλμη |
| 13 | Primary ἐξαπίνης· στῆσεν δ’ Ὑπερίονος ἀγλαὸς υἱὸς |
| 14 | Primary ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη |
| 15 | Primary εἵλετ’ ἀπ’ ἀθανάτων ὤμων θεοείκελα τεύχη |
| 16 | Primary Παλλὰς Ἀθηναίη· γήθησε δὲ μητίετα Ζεύς. |
| 17 | Primary καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο· |
| 18 | Primary αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς. |