Reader
Reader | Homeric Hymns, Hymn 29
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 15
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary ἑστίη, ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν |
| 2 | Primary ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων |
| 3 | Primary ἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν, |
| 4 | Primary καλὸν ἔχουσα γέρας καὶ τίμιον· οὐ γὰρ ἄτερ σοῦ |
| 5 | Primary εἰλαπίναι θνητοῖσιν, ἵν’ οὐ πρώτῃ πυμάτῃ τε |
| 6 | Primary Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον· |
| 7 | Primary καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ, |
| 8 | Primary ἄγγελε τῶν μακάρων, χρυσόρραπι, δῶτορ ἐάων, |
| 10 | Primary ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε. |
| 9 | Primary ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν |
| 11 | Primary εἰδότες· ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων |
| 12 | Primary εἰδότες ἔργματα καλὰ νόῳ θ’ ἕσπεσθε καὶ ἥβῃ. |
| 13 | Primary χαῖρε, Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς· |
| 14 | Primary αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς. |