Reader
Reader | Homeric Hymns, Hymn 30
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 19
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary γαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον, |
| 2 | Primary πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθʼ ὁπόσʼ ἐστίν, |
| 3 | Primary ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδʼ ὅσα πόντον |
| 4 | Primary ἠδʼ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου. |
| 5 | Primary ἐκ σέο δʼ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι, |
| 6 | Primary πότνια, σεῦ δʼ ἔχεται δοῦναι βίον ἠδʼ ἀφελέσθαι |
| 7 | Primary θνητοῖς ἀνθρώποισιν· ὃ δʼ ὄλβιος, ὅν κε σὺ θυμῷ |
| 8 | Primary πρόφρων τιμήσῃς· τῷ τʼ ἄφθονα πάντα πάρεστι. |
| 9 | Primary βρίθει μέν σφιν ἄρουρα φερέσβιος ἠδὲ κατʼ ἀγροὺς |
| 10 | Primary κτήνεσιν εὐθηνεῖ, οἶκος δʼ ἐμπίπλαται ἐσθλῶν· |
| 11 | Primary αὐτοὶ δʼ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικα |
| 12 | Primary κοιρανέουσʼ, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ· |
| 13 | Primary παῖδες δʼ εὐφροσύνῃ νεοθηλέι κυδιόωσι |
| 14 | Primary παρθενικαί τε χοροῖς πολυανθέσιν εὔφρονι θυμῷ |
| 15 | Primary παίζουσαι σκαίρουσι κατʼ ἄνθεα μαλθακὰ ποίης, |
| 16 | Primary οὕς κε σὺ τιμήσῃς, σεμνὴ θεά, ἄφθονε δαῖμον. |
| 17 | Primary χαῖρε, θεῶν μήτηρ, ἄλοχʼ Οὐρανοῦ ἀστερόεντος, |
| 18 | Primary πρόφρων δʼ ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε· |
| 19 | Primary αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς. |