Reader
Reader | Homeric Hymns, Hymn 31
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 20
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα, |
| 2 | Primary Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις |
| 3 | Primary γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος· |
| 4 | Primary γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων, |
| 5 | Primary αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα, |
| 6 | Primary Ἠῶ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε Σελήνην |
| 7 | Primary Ἠέλιόν τʼ ἀκάμαντʼ, ἐπιείκελον ἀθανάτοισιν, |
| 8 | Primary ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν |
| 9 | Primary ἵπποις ἐμβεβαώς· σμερδνὸν δʼ ὅ γε δέρκεται ὄσσοις |
| 10 | Primary χρυσέης ἐκ κόρυθος· λαμπραὶ δʼ ἀκτῖνες ἀπʼ αὐτοῦ |
| 11 | Primary αἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέ τʼ ἔθειραι |
| 12 | Primary λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον |
| 13 | Primary τηλαυγές· καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθος |
| 14 | Primary λεπτουργές, πνοιῇ ἀνέμων· ὕπο δʼ ἄρσενες ἵπποι. |
| 15 | Primary ἔνθʼ ἄρʼ ὅ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους, |
| 15a | Primary [αὐτόθι παύεται ἄκρου ἐπʼ οὐρανοῦ, εἰσόκεν αὖτις] |
| 16 | Primary θεσπέσιος πέμπῃσι διʼ οὐρανοῦ Ὠκεανόνδε. |
| 17 | Primary χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρεʼ ὄπαζε. |
| 18 | Primary ἐκ σέο δʼ ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶν |
| 19 | Primary ἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν. |