Reader
Reader | Homeric Hymns, Hymn 32
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 20
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι, |
| 2 | Primary ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς· |
| 3 | Primary ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος |
| 4 | Primary κρατὸς ἀπʼ ἀθανάτοιο, πολὺς δʼ ὑπὸ κόσμος ὄρωρεν |
| 5 | Primary αἴγλης λαμπούσης· στίλβει δέ τʼ ἀλάμπετος ἀὴρ |
| 6 | Primary χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δʼ ἐνδιάονται, |
| 7 | Primary εὖτʼ ἂν ἀπʼ Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν, |
| 8 | Primary εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη, |
| 9 | Primary ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας, |
| 10 | Primary ἐσσυμένως προτέρωσʼ ἐλάσῃ καλλίτριχας ἵππους, |
| 11 | Primary ἑσπερίη, διχόμηνος· ὃ δὲ πλήθει μέγας ὄγμος |
| 12 | Primary λαμπρόταταί τʼ αὐγαὶ τότʼ ἀεξομένης τελέθουσιν |
| 13 | Primary οὐρανόθεν· τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται. |
| 14 | Primary τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ· |
| 15 | Primary ἣ δʼ ὑποκυσαμένη Πανδείην γείνατο κούρην, |
| 16 | Primary ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι. |
| 17 | Primary χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη, |
| 18 | Primary πρόφρον, ἐυπλόκαμος· σέο δʼ ἀρχόμενος κλέα φωτῶν |
| 19 | Primary ᾄσομαι ἡμιθέων, ὧν κλείουσʼ ἔργματʼ ἀοιδοί, |
| 20 | Primary Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων. |