Reader
Reader | Homeric Hymns, Hymn 33
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 19
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι, |
| 2 | Primary Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα, |
| 3 | Primary Κάστορά θ’ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα, |
| 4 | Primary τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο |
| 5 | Primary μιχθεῖσ’ ἐν φιλότητι κελαινεφέι Κρονίωνι |
| 6 | Primary σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων |
| 7 | Primary ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι |
| 8 | Primary χειμέριαι κατὰ πόντον ἀμείλιχον· οἳ δ’ ἀπὸ νηῶν |
| 9 | Primary εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο |
| 10 | Primary ἄρνεσσιν λευκοῖσιν, ἐπ’ ἀκρωτήρια βάντες |
| 11 | Primary πρύμνης· τὴν δ’ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης |
| 12 | Primary θῆκαν ὑποβρυχίην· οἳ δ’ ἐξαπίνης ἐφάνησαν |
| 13 | Primary ξουθῇσι πτερύγεσσι δι’ αἰθέρος ἀίξαντες, |
| 14 | Primary αὐτίκα δ’ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας, |
| 15 | Primary κύματα δ’ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι, |
| 16 | Primary σήματα καλά, πόνου ἀπονόσφισιν· οἳ δὲ ἰδόντες |
| 17 | Primary γήθησαν, παύσαντο δ’ ὀιζυροῖο πόνοιο. |
| 18 | Primary χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων· |
| 19 | Primary αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς. |