Reader
Reader | Homeric Hymns, Hymn 9
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 9
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary Ἄρτεμιν ὕμνει, Μοῦσα, κασιγνήτην Ἑκάτοιο. |
| 2 | Primary παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος, |
| 3 | Primary ἥθʼ ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητος |
| 4 | Primary ῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκει |
| 5 | Primary ἐς Κλάρον ἀμπελόεσσαν, ὅθʼ ἀργυρότοξος Ἀπόλλων |
| 6 | Primary ἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν. |
| 7 | Primary καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θʼ ἅμα πᾶσαι ἀοιδῇ· |
| 8 | Primary αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομʼ ἀείδειν, |
| 9 | Primary σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον. |