Reader
Reader | Homeric Hymns, Hymn 8
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 17
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ, |
| 2 | Primary ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά, |
| 3 | Primary καρτερόχειρ, ἀμόγητε, δορισθενές, ἕρκος Ὀλύμπου, |
| 4 | Primary Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος, |
| 5 | Primary ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν, |
| 6 | Primary ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσων |
| 7 | Primary αἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν, ἔνθα σε πῶλοι |
| 8 | Primary ζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσι· |
| 9 | Primary κλῦθι, βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαρσέος ἥβης, |
| 10 | Primary πρηὺ καταστίλβων σέλας ὑψόθεν ἐς βιότητα |
| 11 | Primary ἡμετέρην καὶ κάρτος ἀρήιον, ὥς κε δυναίμην |
| 12 | Primary σεύασθαι κακότητα πικρὴν ἀπʼ ἐμοῖο καρήνου, |
| 13 | Primary καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμήν, |
| 14 | Primary θυμοῦ αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μʼ ἐρέθῃσι |
| 15 | Primary φυλόπιδος κρυερῆς ἐπιβαινέμεν· ἀλλὰ σὺ θάρσος |
| 16 | Primary δός, μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖς |
| 17 | Primary δυσμενέων προφυγόντα μόθον Κῆράς τε βιαίους. |