Reader
Reader | Homeric Hymns, Hymn 7
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 59
Waypoints
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary ἀμφὶ Διώνυσον, Σεμέλης ἐρικυδέος υἱόν, |
| 2 | Primary μνήσομαι, ὡς ἐφάνη παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο |
| 3 | Primary ἀκτῇ ἔπι προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικώς, |
| 4 | Primary πρωθήβῃ· καλαὶ δὲ περισσείοντο ἔθειραι, |
| 5 | Primary κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοις |
| 6 | Primary πορφύρεον· τάχα δ’ ἄνδρες ἐυσσέλμου ἀπὸ νηὸς |
| 7 | Primary ληισταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον, |
| 8 | Primary Τυρσηνοί· τοὺς δ’ ἦγε κακὸς μόρος· οἳ δὲ ἰδόντες |
| 9 | Primary νεῦσαν ἐς ἀλλήλους, τάχα δ’ ἔκθορον. αἶψα δ’ ἑλόντες |
| 10 | Primary εἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ. |
| 11 | Primary υἱὸν γάρ μιν ἔφαντο διοτρεφέων βασιλήων |
| 12 | Primary εἶναι καὶ δεσμοῖς ἔθελον δεῖν ἀργαλέοισι. |
| 13 | Primary τὸν δ’ οὐκ ἴσχανε δεσμά, λύγοι δ’ ἀπὸ τηλόσε πῖπτον |
| 14 | Primary χειρῶν ἠδὲ ποδῶν· ὃ δὲ μειδιάων ἐκάθητο |
| 15 | Primary ὄμμασι κυανέοισι· κυβερνήτης δὲ νοήσας |
| 16 | Primary αὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε· |
| 17 | Primary -->δαιμόνιοι, τίνα τόνδε θεὸν δεσμεύεθ’ ἑλόντες, |
| 18 | Primary καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής. |
| 19 | Primary ἢ γὰρ Ζεὺς ὅδε γ’ ἐστὶν ἢ ἀργυρότοξος Ἀπόλλων |
| 20 | Primary ἠὲ Ποσειδάων· ἐπεὶ οὐ θνητοῖσι βροτοῖσιν |
| 21 | Primary εἴκελος, ἀλλὰ θεοῖς, οἳ Ὀλύμπια δώματ’ ἔχουσιν. |
| 22 | Primary ἀλλ’ ἄγετ’, αὐτὸν ἀφῶμεν ἐπ’ ἠπείροιο μελαίνης |
| 23 | Primary αὐτίκα· μηδ’ ἐπὶ χεῖρας ἰάλλετε, μή τι χολωθεὶς |
| 24 | Primary ὄρσῃ ἔπ’ ἀργαλέους τ’ ἀνέμους καὶ λαίλαπα πολλήν. --> |
| 25 | Primary Ὣς φάτο· τὸν δ’ ἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ· |
| 26 | Primary -->δαιμόνι’, οὖρον ὅρα, ἅμα δ’ ἱστίον ἕλκεο νηὸς |
| 27 | Primary σύμπανθ’ ὅπλα λαβών· ὅδε δ’ αὖτ’ ἄνδρεσσι μελήσει. |
| 28 | Primary ἔλπομαι, ἢ Αἴγυπτον ἀφίξεται ἢ ὅ γε Κύπρον |
| 29 | Primary ἢ ἐς Ὑπερβορέους ἢ ἑκαστέρω· ἐς δὲ τελευτὴν |
| 30 | Primary ἔκ ποτ’ ἐρεῖ αὐτοῦ τε φίλους καὶ κτήματα πάντα |
| 31 | Primary οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων. --> |
| 32 | Primary ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός. |
| 33 | Primary ἔμπνευσεν δ’ ἄνεμος μέσον ἱστίον· ἀμφὶ δ’ ἄρ’ ὅπλα |
| 34 | Primary καττάνυσαν· τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα. |
| 35 | Primary οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν |
| 36 | Primary ἡδύποτος κελάρυζ’ εὐώδης, ὤρνυτο δ’ ὀδμὴ |
| 37 | Primary ἀμβροσίη· ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας. |
| 38 | Primary αὐτίκα δ’ ἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη |
| 39 | Primary ἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ |
| 40 | Primary βότρυες· ἀμφ’ ἱστὸν δὲ μέλας εἱλίσσετο κισσός, |
| 41 | Primary ἄνθεσι τηλεθάων, χαρίεις δ’ ἐπὶ καρπὸς ὀρώρει· |
| 42 | Primary πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον· οἳ δὲ ἰδόντες, |
| 43 | Primary νῆ’ ἤδη τότ’ ἔπειτα κυβερνήτην ἐκέλευον |
| 44 | Primary γῇ πελάαν· ὃ δ’ ἄρα σφι λέων γένετ’ ἔνδοθι νηὸς |
| 45 | Primary δεινὸς ἐπ’ ἀκροτάτης, μέγα δ’ ἔβραχεν, ἐν δ’ ἄρα μέσσῃ |
| 46 | Primary ἄρκτον ἐποίησεν λασιαύχενα, σήματα φαίνων· |
| 47 | Primary ἂν δ’ ἔστη μεμαυῖα· λέων δ’ ἐπὶ σέλματος ἄκρου |
| 48 | Primary δεινὸν ὑπόδρα ἰδών· οἳ δ’ ἐς πρύμνην ἐφόβηθεν, |
| 49 | Primary ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχοντα |
| 50 | Primary ἔσταν ἄρ’ ἐκπληγέντες· ὃ δ’ ἐξαπίνης ἐπορούσας |
| 51 | Primary ἀρχὸν ἕλ’, οἳ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντες |
| 52 | Primary πάντες ὁμῶς πήδησαν, ἐπεὶ ἴδον, εἰς ἅλα δῖαν, |
| 53 | Primary δελφῖνες δ’ ἐγένοντο· κυβερνήτην δ’ ἐλεήσας |
| 54 | Primary ἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον· |
| 55 | Primary --> θάρσει, †δῖε κάτωρ†, τῷ ἐμῷ κεχαρισμένε θυμῷ· |
| 56 | Primary εἰμὶ δ’ ἐγὼ Διόνυσος ἐρίβρομος, ὃν τέκε μήτηρ |
| 57 | Primary Καδμηὶς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα. --> |
| 58 | Primary χαῖρε, τέκος Σεμέλης εὐώπιδος· οὐδέ πη ἔστι |
| 59 | Primary σεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν. |