Reader
Reader | Homeric Hymns, Hymn 6
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 21
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην |
| 2 | Primary ᾄσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχεν |
| 3 | Primary εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος |
| 4 | Primary ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης |
| 5 | Primary ἀφρῷ ἔνι μαλακῷ· τὴν δὲ χρυσάμπυκες Ὧραι |
| 6 | Primary δέξαντ’ ἀσπασίως, περὶ δ’ ἄμβροτα εἵματα ἕσσαν· |
| 7 | Primary κρατὶ δ’ ἐπ’ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν |
| 8 | Primary καλήν, χρυσείην· ἐν δὲ τρητοῖσι λοβοῖσιν |
| 9 | Primary ἄνθεμ’ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος· |
| 10 | Primary δειρῇ δ’ ἀμφ’ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν |
| 11 | Primary ὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ |
| 12 | Primary Ὧραι κοσμείσθην χρυσάμπυκες, ὁππότ’ ἴοιεν |
| 13 | Primary ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός. |
| 14 | Primary αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν, |
| 15 | Primary ἦγον ἐς ἀθανάτους· οἳ δ’ ἠσπάζοντο ἰδόντες |
| 16 | Primary χερσί τ’ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος |
| 17 | Primary εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ’ ἄγεσθαι, |
| 18 | Primary εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης. |
| 19 | Primary χαῖρ’ ἑλικοβλέφαρε, γλυκυμείλιχε· δὸς δ’ ἐν ἀγῶνι |
| 20 | Primary νίκην τῷδε φέρεσθαι, ἐμὴν δ’ ἔντυνον ἀοιδήν. |
| 21 | Primary αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς. |