Reader
Reader | Homeric Hymns, Hymn 5
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 295
Waypoints
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης, |
| 2 | Primary Κύπριδος, ἥτε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε |
| 3 | Primary καί τʼ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων |
| 4 | Primary οἰωνούς τε διιπετέας καὶ θηρία πάντα, |
| 5 | Primary ἠμὲν ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδʼ ὅσα πόντος· |
| 6 | Primary πᾶσιν δʼ ἔργα μέμηλεν ἐυστεφάνου Κυθερείης. |
| 7 | Primary τρισσὰς δʼ οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι· |
| 8 | Primary κούρην τʼ αἰγιόχοιο Διός, γλαυκῶπιν Ἀθήνην· |
| 9 | Primary οὐ γὰρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης, |
| 10 | Primary ἀλλʼ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος |
| 11 | Primary ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργʼ ἀλεγύνειν. |
| 12 | Primary πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε |
| 13 | Primary ποιῆσαι σατίνας τε καὶ ἅρματα ποικίλα χαλκῷ. |
| 14 | Primary ἣ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν |
| 15 | Primary ἀγλαὰ ἔργʼ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ. |
| 16 | Primary οὐδέ ποτʼ Ἀρτέμιδα χρυσηλάκατον, κελαδεινὴν |
| 17 | Primary δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη. |
| 18 | Primary καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν, |
| 19 | Primary φόρμιγγές τε χοροί τε διαπρύσιοί τʼ ὀλολυγαὶ |
| 20 | Primary ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν. |
| 21 | Primary οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδε ἔργʼ Ἀφροδίτης, |
| 22 | Primary Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης, |
| 23 | Primary αὖτις δʼ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο, |
| 24 | Primary πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων· |
| 25 | Primary ἣ δὲ μαλʼ οὐκ ἔθελεν, ἀλλὰ στερεῶς ἀπέειπεν· |
| 26 | Primary ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν, |
| 27 | Primary ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο, |
| 28 | Primary παρθένος ἔσσεσθαι πάντʼ ἤματα, δῖα θεάων. |
| 29 | Primary τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο |
| 30 | Primary καὶ τε μέσῳ οἴκῳ κατʼ ἄρʼ ἕζετο πῖαρ ἑλοῦσα. |
| 31 | Primary πᾶσιν δʼ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι |
| 32 | Primary καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται. |
| 33 | Primary τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδʼ ἀπατῆσαι· |
| 34 | Primary τῶν δʼ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστʼ Ἀφροδίτην |
| 35 | Primary οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων. |
| 36 | Primary καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου, |
| 37 | Primary ὅστε μέγιστός τʼ ἐστὶ μεγίστης τʼ ἔμμορε τιμῆς. |
| 38 | Primary καί τε τοῦ, εὖτʼ ἐθέλοι, πυκινὰς φρένας ἐξαπαφοῦσα |
| 39 | Primary ῥηιδίως συνέμιξε καταθνητῇσι γυναιξίν, |
| 40 | Primary Ἥρης ἐκλελαθοῦσα, κασιγνήτης ἀλόχου τε, |
| 41 | Primary ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι. |
| 42 | Primary κυδίστην δʼ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης |
| 43 | Primary μήτηρ τε Ῥείη· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς |
| 44 | Primary αἰδοίην ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν. |
| 45 | Primary τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ |
| 46 | Primary ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα |
| 47 | Primary μηδʼ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη, |
| 48 | Primary καί ποτʼ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν |
| 49 | Primary ἡδὺ γελοιήσασα, φιλομμειδὴς Ἀφροδίτη, |
| 50 | Primary ὤς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξί, |
| 51 | Primary καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν, |
| 52 | Primary ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις. |
| 53 | Primary Ἀγχίσεω δʼ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ, |
| 54 | Primary ὃς τότʼ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης |
| 55 | Primary βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς. |
| 56 | Primary τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη |
| 57 | Primary ἠράσατʼ, ἔκπαγλος δὲ κατὰ φρένας ἵμερος εἷλεν. |
| 58 | Primary ἐς Κύπρον δʼ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν, |
| 59 | Primary ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης. |
| 60 | Primary ἐνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς· |
| 61 | Primary ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ |
| 62 | Primary ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, |
| 63 | Primary ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν. |
| 64 | Primary ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ |
| 65 | Primary χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη |
| 66 | Primary σεύατʼ ἐπὶ Τροίης προλιποῦσʼ εὐώδεα Κύπρον, |
| 67 | Primary ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον. |
| 68 | Primary Ἴδην δʼ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν, |
| 69 | Primary βῆ δʼ ἰθὺς σταθμοῖο διʼ οὔρεος· οἳ δὲ μετʼ αὐτὴν |
| 70 | Primary σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες, |
| 71 | Primary ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι |
| 72 | Primary ἤισαν· ἣ δʼ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν |
| 73 | Primary καὶ τοῖς ἐν στήθεσσι βάλʼ ἵμερον· οἳ δʼ ἅμα πάντες |
| 74 | Primary σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους· |
| 75 | Primary αὐτὴ δʼ ἐς κλισίας εὐποιήτους ἀφίκανε· |
| 76 | Primary τὸν δʼ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπʼ ἄλλων |
| 77 | Primary Ἀγχίσην ἥρωα, θεῶν ἄπο κάλλος ἔχοντα. |
| 78 | Primary οἳ δʼ ἅμα βουσὶν ἕποντο νομοὺς κατὰ ποιήεντας |
| 79 | Primary πάντες· ὃ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπʼ ἄλλων |
| 80 | Primary πωλεῖτʼ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων. |
| 81 | Primary στῆ δʼ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη |
| 82 | Primary παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη, |
| 83 | Primary μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας. |
| 84 | Primary Ἀγχίσης δʼ ὁρόων ἐφράζετο θαύμαινέν τε |
| 85 | Primary εἶδός τε μέγεθός τε καὶ εἵματα σιγαλόεντα. |
| 86 | Primary πέπλόν μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς, |
| 89 | Primary καλόν, χρύσειον, παμποίκιλον· ὡς δὲ σελήνη |
| 90 | Primary στήθεσιν ἀμφʼ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι· |
| 87 | Primary εἶχε δʼ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς· |
| 88 | Primary ὅρμοι δʼ ἀμφʼ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν. |
| 91 | Primary Ἀγχίσην δʼ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα· |
| 92 | Primary -->χαῖρε, ἄνασσʼ, ἥ τις μακάρων τάδε δώμαθʼ ἱκάνεις, |
| 93 | Primary Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη |
| 94 | Primary ἢ Θέμις ἠυγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη, |
| 95 | Primary ἤ πού τις Χαρίτων δεῦρʼ ἤλυθες, αἵτε θεοῖσι |
| 96 | Primary πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται, |
| 97 | Primary ἤ τις Νυμφάων, αἵτʼ ἄλσεα καλὰ νέμονται |
| 98 | Primary ἢ Νυμφῶν, αἳ καλὸν ὄρος τόδε ναιετάουσι |
| 99 | Primary καὶ πηγὰς ποταμῶν, καὶ πίσεα ποιήεντα. |
| 100 | Primary σοὶ δʼ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ, |
| 101 | Primary βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ |
| 102 | Primary ὥρῃσιν πάσῃσι. σὺ δʼ εὔφρονα θυμὸν ἔχουσα |
| 103 | Primary δός με μετὰ Τρώεσσιν ἀριπρεπέʼ ἔμμεναι ἄνδρα, |
| 104 | Primary ποίει δʼ ἐξοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμʼ αὐτὸν |
| 105 | Primary δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο, |
| 106 | Primary ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι. --> |
| 107 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· |
| 108 | Primary -->Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων, |
| 109 | Primary οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτῃσιν ἐίσκεις; |
| 110 | Primary ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ. |
| 111 | Primary Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις, |
| 112 | Primary ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει. |
| 113 | Primary γλῶσσαν δʼ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα. |
| 114 | Primary Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· ἣ δὲ διαπρὸ |
| 115 | Primary σμικρὴν παῖδʼ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα. |
| 116 | Primary ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα. |
| 117 | Primary νῦν δέ μʼ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης |
| 118 | Primary ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς. |
| 119 | Primary πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι |
| 120 | Primary παίζομεν, ἀμφὶ δʼ ὅμιλος ἀπείριτος ἐστεφάνωτο. |
| 121 | Primary ἔνθεν μʼ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης· |
| 122 | Primary πολλὰ δʼ ἔπʼ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων, |
| 123 | Primary πολλὴν δʼ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες |
| 124 | Primary ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους· |
| 125 | Primary οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης· |
| 126 | Primary Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι |
| 127 | Primary κουριδίην ἄλοχον, σοὶ δʼ ἀγλαὰ τέκνα τεκεῖσθαι. |
| 128 | Primary αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γʼ αὖτις |
| 129 | Primary ἀθανάτων μετὰ φῦλʼ ἀπέβη κρατὺς Ἀργειφόντης· |
| 130 | Primary αὐτὰρ ἐγώ σʼ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη. |
| 131 | Primary ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων |
| 132 | Primary ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν· |
| 133 | Primary ἀδμήτην μʼ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος |
| 134 | Primary πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδνʼ εἰδυίῃ |
| 135 | Primary σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν. |
| 136 | Primary οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλʼ εἰκυῖα. |
| 137 | Primary πέμψαι δʼ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους |
| 138 | Primary εἰπεῖν πατρί τʼ ἐμῷ καὶ μητέρι κηδομένῃ περ· |
| 139 | Primary οἳ δέ κε τοι χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντὴν |
| 140 | Primary πέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα. |
| 141 | Primary ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα, |
| 142 | Primary τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν. --> |
| 143 | Primary ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ. |
| 144 | Primary Ἀγχίσην δʼ ἔρος εἷλεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· |
| 145 | Primary -->εἰ μὲν θνητή τʼ ἐσσι, γυνὴ δέ σε γείνατο μήτηρ, |
| 146 | Primary Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις, |
| 147 | Primary ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδʼ ἱκάνεις |
| 148 | Primary Ἑρμέω, ἐμὴ δʼ ἄλοχος κεκλήσεαι ἤματα πάντα· |
| 149 | Primary οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων |
| 150 | Primary ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι |
| 151 | Primary αὐτίκα νῦν· οὐδʼ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων |
| 152 | Primary τόξου ἀπʼ ἀργυρέου προΐῃ βέλεα στονόεντα. |
| 153 | Primary βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι, |
| 154 | Primary σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω. --> |
| 155 | Primary ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δʼ Ἀφροδίτη |
| 156 | Primary ἕρπε μεταστρεφθεῖσα κατʼ ὄμματα καλὰ βαλοῦσα |
| 157 | Primary ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι |
| 158 | Primary χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν |
| 159 | Primary ἄρκτων δέρματʼ ἔκειτο βαρυφθόγγων τε λεόντων, |
| 160 | Primary τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν. |
| 161 | Primary οἳ δʼ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν, |
| 162 | Primary κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν, |
| 163 | Primary πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους. |
| 164 | Primary λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα |
| 165 | Primary ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου |
| 166 | Primary Ἀγχίσης· ὃ δʼ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ |
| 167 | Primary ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς. |
| 168 | Primary ἦμος δʼ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες |
| 169 | Primary βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων· |
| 170 | Primary τῆμος ἄρʼ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε |
| 171 | Primary νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά. |
| 172 | Primary ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ δῖα θεάων |
| 173 | Primary ἔστη πὰρ κλισίῃ, κεὐποιήτοιο μελάθρου |
| 174 | Primary κῦρε κάρη· κάλλος δὲ παρειάων ἀπέλαμπεν |
| 175 | Primary ἄμβροτον, οἷόν τʼ ἐστὶν ἐυστεφάνου Κυθερείης, |
| 176 | Primary ἐξ ὕπνου τʼ ἀνέγειρεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· |
| 177 | Primary -->ὄρσεο, Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις; |
| 178 | Primary καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι, |
| 179 | Primary οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας; --> |
| 180 | Primary ὣς φάθʼ· ὃ δʼ ἐξ ὕπνοιο μάλʼ ἐμμαπέως ὑπάκουσεν. |
| 181 | Primary ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλʼ Ἀφροδίτης, |
| 182 | Primary τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ· |
| 183 | Primary ἂψ δʼ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα |
| 184 | Primary καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· |
| 185 | Primary -->αὐτίκα σʼ ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν, |
| 186 | Primary ἔγνων ὡς θεὸς ἦσθα· σὺ δʼ οὐ νημερτὲς ἔειπες. |
| 187 | Primary ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο, |
| 188 | Primary μή με ζῶντʼ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς |
| 189 | Primary ναίειν, ἀλλʼ ἐλέαιρʼ· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ |
| 190 | Primary γίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι. --> |
| 191 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· |
| 192 | Primary -->Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων, |
| 193 | Primary θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην· |
| 194 | Primary οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε, |
| 195 | Primary οὐδʼ ἄλλων μακάρων· ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι. |
| 196 | Primary σοὶ δʼ ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξει |
| 197 | Primary καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες· |
| 198 | Primary τῷ δὲ καὶ Αἰνείας ὄνομʼ ἔσσεται, οὕνεκα μʼ αἰνὸν |
| 199 | Primary ἔσχεν ἄχος, ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ· |
| 200 | Primary ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων |
| 201 | Primary αἰεὶ ἀφʼ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε. |
| 202 | Primary ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς |
| 203 | Primary ἥρπασε ὃν διὰ κάλλος, ἵνʼ ἀθανάτοισι μετείη |
| 204 | Primary καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι, |
| 205 | Primary θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι, |
| 206 | Primary χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν. |
| 207 | Primary Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει, |
| 208 | Primary ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα· |
| 209 | Primary τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα |
| 210 | Primary καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα, |
| 211 | Primary ἵππους ἀρσίποδας, τοί τʼ ἀθανάτους φορέουσι. |
| 212 | Primary τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα |
| 213 | Primary Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης, |
| 214 | Primary ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν. |
| 215 | Primary αὐτὰρ ἐπειδὴ Ζηνὸς ὅ γʼ ἔκλυεν ἀγγελιάων, |
| 216 | Primary οὐκέτʼ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον, |
| 217 | Primary γηθόσυνος δʼ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο. |
| 218 | Primary ὣς δʼ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠώς, |
| 219 | Primary ὑμετέρης γενεῆς, ἐπιείκελον ἀθανάτοισι. |
| 220 | Primary Βῆ δʼ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα, |
| 221 | Primary ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα· |
| 222 | Primary τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ. |
| 223 | Primary νηπίη, οὐδʼ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς |
| 224 | Primary ἥβην αἰτῆσαι ξῦσαί τʼ ἄπο γῆρας ὀλοιόν. |
| 225 | Primary τὸν δʼ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη, |
| 226 | Primary Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ |
| 227 | Primary ναῖε παρʼ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης· |
| 228 | Primary αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι |
| 229 | Primary καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου, |
| 230 | Primary τοῦ δʼ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς, |
| 231 | Primary αὐτὸν δʼ αὖτʼ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα, |
| 232 | Primary σίτῳ τʼ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα. |
| 233 | Primary ἀλλʼ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν, |
| 234 | Primary οὐδέ τι κινῆσαι μελέων δύνατʼ οὐδʼ ἀναεῖραι, |
| 235 | Primary ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· |
| 236 | Primary ἐν θαλάμῳ κατέθηκε, θύρας δʼ ἐπέθηκε φαεινάς. |
| 237 | Primary τοῦ δʼ ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς |
| 238 | Primary ἔσθʼ, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν. |
| 239 | Primary οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην |
| 240 | Primary ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα. |
| 241 | Primary ἀλλʼ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε |
| 242 | Primary ζώοις ἡμέτερός τε πόσις κεκλημένος εἴης, |
| 243 | Primary οὐκ ἂν ἔπειτά μʼ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι. |
| 244 | Primary νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει |
| 245 | Primary νηλειές, τό τʼ ἔπειτα παρίσταται ἀνθρώποισιν, |
| 246 | Primary οὐλόμενον, καματηρόν, ὅτε στυγέουσι θεοί περ. |
| 247 | Primary αὐτὰρ ἐμοὶ μέγʼ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν |
| 248 | Primary ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο, |
| 249 | Primary οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας |
| 250 | Primary ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί, |
| 251 | Primary τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα. |
| 252 | Primary νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι |
| 253 | Primary τοῦτο μετʼ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην, |
| 254 | Primary σχέτλιον, οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο, |
| 255 | Primary παῖδα δʼ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα. |
| 256 | Primary τὸν μέν, ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο, |
| 257 | Primary Νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι, |
| 258 | Primary αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε· |
| 259 | Primary αἵ ῥʼ οὔτε θνητοῖς οὔτʼ ἀθανάτοισιν ἕπονται. |
| 260 | Primary δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι |
| 261 | Primary καί τε μετʼ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο. |
| 262 | Primary τῇσι δὲ Σειληνοὶ καὶ ἐύσκοπος Ἀργειφόντης |
| 263 | Primary μίσγοντʼ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων. |
| 264 | Primary τῇσι δʼ ἅμʼ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι |
| 265 | Primary γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ, |
| 266 | Primary καλαί, τηλεθάουσαι, ἐν οὔρεσιν ὑψηλοῖσιν. |
| 267 | Primary ἑστᾶσʼ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν |
| 268 | Primary ἀθανάτων· τὰς δʼ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ· |
| 269 | Primary ἀλλʼ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο, |
| 270 | Primary ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά, |
| 271 | Primary φλοιὸς δʼ ἀμφιπεριφθινύθει, πίπτουσι δʼ ἄπʼ ὄζοι, |
| 272 | Primary τῶν δέ θʼ ὁμοῦ ψυχὴ λείπει φάος ἠελίοιο. |
| 273 | Primary αἳ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι. |
| 274 | Primary τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη, |
| 275 | Primary ἄξουσίν σοι δεῦρο θεαὶ δείξουσί τε παῖδα. |
| 276 | Primary σοὶ δʼ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω, |
| 277 | Primary ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα. |
| 278 | Primary τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι, |
| 279 | Primary γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται· |
| 280 | Primary ἄξεις δʼ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν. |
| 281 | Primary ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων, |
| 282 | Primary ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ, |
| 283 | Primary τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω· |
| 284 | Primary φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι, |
| 285 | Primary αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ. |
| 286 | Primary εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ |
| 287 | Primary ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ, |
| 288 | Primary Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ. |
| 289 | Primary εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι νοήσας, |
| 290 | Primary ἴσχεο μηδʼ ὀνόμαινε, θεῶν δʼ ἐποπίζεο μῆνιν. --> |
| 291 | Primary ὣς εἰποῦσʼ ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα. |
| 292 | Primary χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα· |
| 293 | Primary σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον. |