Reader
Reader | Homeric Hymns, Hymn 4
Homeric Hymns
Homeric tradition
Text
Position
Line 1 of 586
Waypoints
| Line Ref | Hugh G. Evelyn-White | Ancient Greek |
|---|---|
| 1 | Primary Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν, |
| 2 | Primary Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου, |
| 3 | Primary ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα, |
| 4 | Primary νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα, |
| 5 | Primary αἰδοίη· μακάρων δὲ θεῶν ἠλεύαθʼ ὅμιλον, |
| 6 | Primary ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων |
| 7 | Primary νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ, |
| 8 | Primary ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην, |
| 9 | Primary λήθων ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους. |
| 10 | Primary ἀλλʼ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο, |
| 11 | Primary τῇ δʼ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο, |
| 12 | Primary εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο· |
| 13 | Primary καὶ τότʼ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην, |
| 14 | Primary ληιστῆρʼ, ἐλατῆρα βοῶν, ἡγήτορʼ ὀνείρων, |
| 15 | Primary νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχʼ ἔμελλεν |
| 16 | Primary ἀμφανέειν κλυτὰ ἔργα μετʼ ἀθανάτοισι θεοῖσιν. |
| 17 | Primary ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν, |
| 18 | Primary ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος |
| 19 | Primary τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα. |
| 20 | Primary ὃς καί, ἐπειδὴ μητρὸς ἀπʼ ἀθανάτων θόρε γυίων, |
| 21 | Primary οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ, |
| 22 | Primary ἀλλʼ ὅ γʼ ἀναΐξας ζήτει βόας Ἀπόλλωνος |
| 23 | Primary οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο. |
| 24 | Primary ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον· |
| 25 | Primary Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατʼ ἀοιδόν· |
| 26 | Primary ἥ ῥά οἱ ἀντεβόλησεν ἐπʼ αὐλείῃσι θύρῃσι |
| 27 | Primary βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην, |
| 28 | Primary σαῦλα ποσὶν βαίνουσα· Διὸς δʼ ἐριούνιος υἱὸς |
| 29 | Primary ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε· |
| 30 | Primary -->σύμβολον ἤδη μοι μέγʼ ὀνήσιμον· οὐκ ὀνοτάζω. |
| 31 | Primary χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη, |
| 32 | Primary ἀσπασίη προφανεῖσα· πόθεν τόδε καλὸν ἄθυρμα |
| 33 | Primary αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα; |
| 34 | Primary ἀλλʼ οἴσω σʼ ἐς δῶμα λαβών· ὄφελός τι μοι ἔσσῃ, |
| 35 | Primary οὐδʼ ἀποτιμήσω· σὺ δέ με πρώτιστον ὀνήσεις |
| 36 | Primary οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν· |
| 37 | Primary ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα |
| 38 | Primary ζώουσʼ· ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις. --> |
| 39 | Primary ὣς ἂρʼ ἔφη· καὶ χερσὶν ἅμʼ ἀμφοτέρῃσιν ἀείρας |
| 40 | Primary ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα. |
| 41 | Primary ἔνθʼ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου |
| 42 | Primary αἰῶνʼ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης. |
| 43 | Primary ὡς δʼ ὁπότʼ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ |
| 44 | Primary ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι, |
| 45 | Primary ἢ ὅτε δινηθῶσιν ἀπʼ ὀφθαλμῶν ἀμαρυγαί, |
| 46 | Primary ὣς ἅμʼ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς. |
| 47 | Primary πῆξε δʼ ἄρʼ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο |
| 48 | Primary πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης. |
| 49 | Primary ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι |
| 50 | Primary καὶ πήχεις ἐνέθηκʼ, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν, |
| 51 | Primary ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς. |
| 52 | Primary αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα, |
| 53 | Primary πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς |
| 54 | Primary σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄειδεν |
| 55 | Primary ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι |
| 56 | Primary ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν, |
| 57 | Primary ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον, |
| 58 | Primary ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι, |
| 59 | Primary ἥν τʼ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων· |
| 60 | Primary ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης |
| 61 | Primary καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας. |
| 62 | Primary καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα. |
| 63 | Primary καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ, |
| 64 | Primary φόρμιγγα γλαφυρήν· ὃ δʼ ἄρα κρειῶν ἐρατίζων |
| 65 | Primary ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο |
| 66 | Primary ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶά τε φῶτες |
| 67 | Primary φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ. |
| 68 | Primary ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε |
| 69 | Primary αὐτοῖσίν θʼ ἵπποισι καὶ ἅρμασιν· αὐτὰρ ἄρʼ Ἑρμῆς |
| 70 | Primary Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα, |
| 71 | Primary ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον |
| 72 | Primary βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς. |
| 73 | Primary τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης, |
| 74 | Primary πεντήκοντʼ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους. |
| 75 | Primary πλανοδίας δʼ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον |
| 76 | Primary ἴχνιʼ ἀποστρέψας· δολίης δʼ οὐ λήθετο τέχνης |
| 77 | Primary ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν, |
| 78 | Primary τὰς δʼ ὄπιθεν πρόσθεν· κατὰ δʼ ἔμπαλιν αὐτὸς ἔβαινε. |
| 79 | Primary σάνδαλα δʼ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν, |
| 80 | Primary ἄφραστʼ ἠδʼ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα, |
| 81 | Primary συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους. |
| 82 | Primary τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης |
| 83 | Primary ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα |
| 84 | Primary αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης |
| 85 | Primary ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων, |
| 86 | Primary οἷά τʼ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.† |
| 87 | Primary τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν |
| 88 | Primary ἱέμενον πεδίονδε διʼ Ὀγχηστὸν λεχεποίην |
| 89 | Primary τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός· |
| 90 | Primary -->ὦ γέρον, ὅστε φυτὰ σκάπτεις ἐπικαμπύλος ὤμους, |
| 91 | Primary ἦ πολυοινήσεις, εὖτʼ ἂν τάδε πάντα φέρῃσι, |
| 91a | Primary [ εἴ κε πίθῃ, μάλα περ μεμνημένος ἐν φρεσὶ σῇσι ] |
| 92 | Primary καί τε ἰδὼν μὴ ἰδὼν εἶναι καὶ κωφὸς ἀκούσας, |
| 93 | Primary καὶ σιγᾶν ὅτε μή τι καταβλάπτῃ τὸ σὸν αὐτοῦ. --> |
| 94 | Primary τόσσον φὰς συνέσευε βοῶν ἴφθιμα κάρηνα. |
| 95 | Primary πολλὰ δʼ ὄρη σκιόεντα καὶ αὐλῶνας κελαδεινοὺς |
| 96 | Primary καὶ πεδίʼ ἀνθεμόεντα διήλασε κύδιμος Ἑρμῆς. |
| 97 | Primary ὀρφναίη δʼ ἐπίκουρος ἐπαύετο δαιμονίη νύξ, |
| 98 | Primary ἡ πλείων, τάχα δʼ ὄρθρος ἐγίγνετο δημιοεργός· |
| 99 | Primary ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη, |
| 100 | Primary Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος. |
| 101 | Primary τῆμος ἐπʼ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς |
| 102 | Primary Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους. |
| 103 | Primary ἀκμῆτες δʼ ἵκανον ἐπʼ αὔλιον ὑψιμέλαθρον |
| 104 | Primary καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος. |
| 105 | Primary ἔνθʼ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους |
| 106 | Primary καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας, |
| 107 | Primary λωτὸν ἐρεπτομένας ἠδʼ ἑρσήεντα κύπειρον· |
| 108 | Primary σὺν δʼ ἐφόρει ξύλα πολλά, πυρὸς δʼ ἐπεμαίετο τέχνην. |
| 109 | Primary δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ |
| 110 | Primary ἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀυτμή· |
| 111 | Primary Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τʼ ἀνέδωκε. |
| 112 | Primary πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ |
| 113 | Primary οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ |
| 114 | Primary τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο. |
| 115 | Primary ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο, |
| 116 | Primary τόφρα δʼ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε |
| 117 | Primary δοιὰς ἄγχι πυρός· δύναμις δέ οἱ ἕσπετο πολλή. |
| 118 | Primary ἀμφοτέρας δʼ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας· |
| 119 | Primary ἀγκλίνων δʼ ἐκύλινδε διʼ αἰῶνας τετορήσας. |
| 120 | Primary ἔργῳ δʼ ἔργον ὄπαζε ταμὼν κρέα πίονα δημῷ· |
| 121 | Primary ὤπτα δʼ ἀμφʼ ὀβελοῖσι πεπαρμένα δουρατέοισι |
| 122 | Primary σάρκας ὁμοῦ καὶ νῶτα γεράσμια καὶ μέλαν αἷμα |
| 123 | Primary ἐργμένον ἐν χολάδεσσι· τὰ δʼ αὐτοῦ κεῖτʼ ἐπὶ χώρης· |
| 124 | Primary ῥινοὺς δʼ ἐξετάνυσσε καταστυφέλῳ ἐνὶ πέτρῃ, |
| 125 | Primary ὡς ἔτι νῦν τὰ μέτασσα πολυχρόνιοι πεφύασι, |
| 126 | Primary δηρὸν δὴ μετὰ ταῦτα καὶ ἄκριτον· αὐτὰρ ἔπειτα |
| 127 | Primary Ἑρμῆς χαρμόφρων εἰρύσατο πίονα ἔργα |
| 128 | Primary λείῳ ἐπὶ πλαταμῶνι καὶ ἔσχισε δώδεκα μοίρας |
| 129 | Primary κληροπαλεῖς· τέλεον δὲ γέρας προσέθηκεν ἑκάστῃ. |
| 130 | Primary ἔνθʼ ὁσίης κρεάων ἠράσσατο κύδιμος Ἑρμῆς· |
| 131 | Primary ὀδμὴ γάρ μιν ἔτειρε καὶ ἀθάνατόν περ ἐόντα |
| 132 | Primary ἡδεῖʼ· ἀλλʼ οὐδʼ ὥς οἱ ἐπείθετο θυμὸς ἀγήνωρ, |
| 133 | Primary καί τε μάλʼ ἱμείροντι, περῆν† ἱερῆς κατὰ δειρῆς. |
| 134 | Primary ἀλλὰ τὰ μὲν κατέθηκεν ἐς αὔλιον ὑψιμέλαθρον, |
| 135 | Primary δημὸν καὶ κρέα πολλά, μετήορα δʼ αἶψʼ ἀνάειρε, |
| 136 | Primary σῆμα νέης φωρῆς· ἐπὶ δὲ ξύλα κάγκανʼ ἀγείρας |
| 137 | Primary οὐλόποδʼ, οὐλοκάρηνα πυρὸς κατεδάμνατʼ ἀυτμῇ. |
| 138 | Primary αὐτὰρ ἐπεί τοι πάντα κατὰ χρέος ἤνυσε δαίμων, |
| 139 | Primary σάνδαλα μὲν προέηκεν ἐς Ἀλφειὸν βαθυδίνην· |
| 140 | Primary ἀνθρακιὴν δʼ ἐμάρανε, κόνιν δʼ ἀμάθυνε μέλαιναν |
| 141 | Primary παννύχιος· καλὸν δὲ φόως κατέλαμπε Σελήνης. |
| 142 | Primary Κυλλήνης δʼ αἶψʼ αὖτις ἀφίκετο δῖα κάρηνα |
| 143 | Primary ὄρθριος, οὐδέ τί οἱ δολιχῆς ὁδοῦ ἀντεβόλησεν |
| 144 | Primary οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων, |
| 145 | Primary οὐδὲ κύνες λελάκοντο· Διὸς δʼ ἐριούνιος Ἑρμῆς |
| 146 | Primary δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν |
| 147 | Primary αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτʼ ὀμίχλη. |
| 148 | Primary ἰθύσας δʼ ἄντρου ἐξίκετο πίονα νηὸν |
| 149 | Primary ἦκα ποσὶ προβιβῶν· οὐ γὰρ κτύπεν, ὥσπερ ἐπʼ οὔδει. |
| 150 | Primary ἐσσυμένως δʼ ἄρα λίκνον ἐπῴχετο κύδιμος Ἑρμῆς· |
| 151 | Primary σπάργανον ἀμφʼ ὤμοις εἰλυμένος, ἠύτε τέκνον |
| 152 | Primary νήπιον, ἐν παλάμῃσι περʼ ἰγνύσι λαῖφος ἀθύρων |
| 153 | Primary κεῖτο, χέλυν ἐρατὴν ἐπʼ ἀριστερὰ χειρὸς ἐέργων. |
| 154 | Primary μητέρα δʼ οὐκ ἄρʼ ἔληθε θεὰν θεὸς εἰπέ τε μῦθον· |
| 155 | Primary -->τίπτε σύ, ποικιλομῆτα, πόθεν τόδε νυκτὸς ἐν ὥρῃ |
| 156 | Primary ἔρχῃ, ἀναιδείην ἐπιειμένε; νῦν σε μάλʼ οἴω |
| 157 | Primary ἢ τάχʼ ἀμήχανα δεσμὰ περὶ πλευρῇσιν ἔχοντα |
| 158 | Primary Λητοίδου ὑπὸ χερσὶ διὲκ προθύροιο περήσειν |
| 159 | Primary ἣ σὲ φέροντα μεταξὺ κατʼ ἄγκεα φηλητεύσειν. |
| 160 | Primary ἔρρε πάλιν· μεγάλην σε πατὴρ ἐφύτευσε μέριμναν |
| 161 | Primary θνητοῖς ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι. --> |
| 162 | Primary τὴν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι· |
| 163 | Primary -->μῆτερ ἐμή, τί με ταῦτα δεδίσκεαι, ἠύτε τέκνον |
| 164 | Primary νήπιον, ὃς μάλα παῦρα μετὰ φρεσὶν αἴσυλα οἶδε, |
| 165 | Primary ταρβαλέον, καὶ μητρὸς ὑπαιδείδοικεν ἐνιπάς; |
| 166 | Primary αὐτὰρ ἐγὼ τέχνης ἐπιβήσομαι, ἥ τις ἀρίστη, |
| 167 | Primary βουκολέων ἐμὲ καὶ σὲ διαμπερές· οὐδὲ θεοῖσι |
| 168 | Primary νῶι μετʼ ἀθανάτοισιν ἀδώρητοι καὶ ἄλιστοι |
| 169 | Primary αὐτοῦ τῇδε μένοντες ἀνεξόμεθʼ, ὡς σὺ κελεύεις. |
| 170 | Primary βέλτερον ἤματα πάντα μετʼ ἀθανάτοις ὀαρίζειν, |
| 171 | Primary πλούσιον, ἀφνειόν, πολυλήιον, ἢ κατὰ δῶμα |
| 172 | Primary ἄντρῳ ἐν ἠερόεντι θαασσέμεν· ἀμφὶ δὲ τιμῆς, |
| 173 | Primary κἀγὼ τῆς ὁσίης ἐπιβήσομαι, ἧς περ Ἀπόλλων. |
| 174 | Primary εἰ δέ κε μὴ δώῃσι πατὴρ ἐμός, ἧ τοι ἔγωγε |
| 175 | Primary πειρήσω, δύναμαι, φηλητέων ὄρχαμος εἶναι. |
| 176 | Primary εἰ δέ μʼ ἐρευνήσει Λητοῦς ἐρικυδέος υἱός, |
| 177 | Primary ἄλλο τί οἱ καὶ μεῖζον ὀίομαι ἀντιβολήσειν. |
| 178 | Primary εἶμι γὰρ ἐς Πυθῶνα μέγαν δόμον ἀντιτορήσων· |
| 179 | Primary ἔνθεν ἅλις τρίποδας περικαλλέας ἠδὲ λέβητας |
| 180 | Primary πορθήσω καὶ χρυσόν, ἅλις τʼ αἴθωνα σίδηρον |
| 181 | Primary καὶ πολλὴν ἐσθῆτα· σὺ δʼ ὄψεαι, αἴ κʼ ἐθέλῃσθα. --> |
| 182 | Primary ὣς οἳ μέν ῥʼ ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, |
| 183 | Primary υἱός τʼ αἰγιόχοιο Διὸς καὶ πότνια Μαῖα. |
| 184 | Primary Ἠὼς δʼ ἠριγένεια φόως θνητοῖσι φέρουσα |
| 185 | Primary ὤρνυτʼ ἀπʼ Ὠκεανοῖο βαθυρρόου· αὐτὰρ Ἀπόλλων |
| 186 | Primary Ὀγχηστόνδʼ ἀφίκανε κιών, πολυήρατον ἄλσος |
| 187 | Primary ἁγνὸν ἐρισφαράγου Γαιηόχου· ἔνθα γέροντα |
| 188 | Primary κνώδαλον εὗρε νέμοντα παρʼ ἔξοδον ἕρκεος αὐλῆς. |
| 189 | Primary τὸν πρότερος προσέφη Λητοῦς ἐρικυδέος υἱός· |
| 190 | Primary -->ὦ γέρον, Ὀγχηστοῖο βατοδρόπε ποιήεντος, |
| 191 | Primary βοῦς ἀπὸ Πιερίης διζήμενος ἐνθάδʼ ἱκάνω, |
| 192 | Primary πάσας θηλείας, πάσας κεράεσσιν ἑλικτάς, |
| 193 | Primary ἐξ ἀγέλης· ὁ δὲ ταῦρος ἐβόσκετο μοῦνος ἀπʼ ἄλλων |
| 194 | Primary κυάνεος· χαροποὶ δὲ κύνες κατόπισθεν ἕποντο |
| 195 | Primary τέσσαρες, ἠύτε φῶτες, ὁμόφρονες· οἳ μὲν ἔλειφθεν, |
| 196 | Primary οἵ τε κύνες ὅ τε ταῦρος· ὃ δὴ περὶ θαῦμα τέτυκται· |
| 197 | Primary ταὶ δʼ ἔβαν ἠελίοιο νέον καταδυομένοιο |
| 198 | Primary ἐκ μαλακοῦ λειμῶνος ἀπὸ γλυκεροῖο νομοῖο. |
| 199 | Primary ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας |
| 200 | Primary ἀνέρα ταῖσδʼ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον. --> |
| 201 | Primary τὸν δʼ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν· |
| 202 | Primary -->ὦ φίλος, ἀργαλέον μέν, ὅσʼ ὀφθαλμοῖσιν ἴδοιτο, |
| 203 | Primary πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται, |
| 204 | Primary τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλʼ ἐσθλὰ |
| 205 | Primary φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον· |
| 206 | Primary αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα |
| 207 | Primary ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο· |
| 208 | Primary παῖδα δʼ ἔδοξα, φέριστε, σαφὲς δʼ οὐκ οἶδα, νοῆσαι, |
| 209 | Primary ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει |
| 210 | Primary νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δʼ ἐβάδιζεν. |
| 211 | Primary ἐξοπίσω δʼ ἀνέεργε, κάρη δʼ ἔχεν ἀντίον αὐτῷ. --> |
| 212 | Primary φῆ ῥʼ ὁ γέρων· ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας· |
| 213 | Primary οἰωνὸν δʼ ἐνόει τανυσίπτερον, αὐτίκα δʼ ἔγνω |
| 214 | Primary φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος. |
| 215 | Primary ἐσσυμένως δʼ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων |
| 216 | Primary ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς, |
| 217 | Primary πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμους· |
| 218 | Primary ἴχνιά τʼ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον· |
| 219 | Primary -->ὦ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι· |
| 220 | Primary ἴχνια μὲν τάδε γʼ ἐστὶ βοῶν ὀρθοκραιράων, |
| 221 | Primary ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα· |
| 222 | Primary βήματα δʼ οὔτʼ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς |
| 223 | Primary οὔτε λύκων πολιῶν οὔτʼ ἄρκτων οὔτε λεόντων· |
| 224 | Primary οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι, |
| 225 | Primary ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν· |
| 226 | Primary αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δʼ αἰνότερʼ ἔνθεν ὁδοῖο. --> |
| 227 | Primary ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· |
| 228 | Primary Κυλλήνης δʼ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ, |
| 229 | Primary πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη |
| 230 | Primary ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος. |
| 231 | Primary ὀδμὴ δʼ ἱμερόεσσα διʼ οὔρεος ἠγαθέοιο |
| 232 | Primary κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην. |
| 233 | Primary ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν |
| 234 | Primary ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων. |
| 235 | Primary Τὸν δʼ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς |
| 236 | Primary χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα, |
| 237 | Primary σπάργανʼ ἔσω κατέδυνε θυήεντʼ· ἠύτε πολλὴν |
| 238 | Primary πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει, |
| 239 | Primary ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν. |
| 240 | Primary ἐν δʼ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε, |
| 241 | Primary φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον, |
| 242 | Primary ἐγρήσσων ἐτεόν γε· χέλυν δʼ ὑπὸ μασχάλῃ εἶχε. |
| 243 | Primary γνῶ δʼ οὐδʼ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς |
| 244 | Primary νύμφην τʼ οὐρείην περικαλλέα καὶ φίλον υἱόν, |
| 245 | Primary παῖδʼ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι. |
| 246 | Primary παπτήνας δʼ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο |
| 247 | Primary τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν |
| 248 | Primary νέκταρος ἐμπλείους ἠδʼ ἀμβροσίης ἐρατεινῆς· |
| 249 | Primary πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο, |
| 250 | Primary πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης, |
| 251 | Primary οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν· |
| 252 | Primary ἔνθʼ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο |
| 253 | Primary Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν· |
| 254 | Primary -->ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς |
| 255 | Primary θᾶσσον· ἐπεὶ τάχα νῶι διοισόμεθʼ οὐ κατὰ κόσμον. |
| 256 | Primary ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα, |
| 257 | Primary ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρ |
| 258 | Primary ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλʼ ὑπὸ γαίῃ |
| 259 | Primary ἐρρήσεις ὀλίγοισι μετʼ ἀνδράσιν ἡγεμονεύων. --> |
| 260 | Primary Τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι· |
| 261 | Primary -->Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας; |
| 262 | Primary καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδʼ ἱκάνεις; |
| 263 | Primary οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα· |
| 264 | Primary οὐκ ἂν μηνύσαιμʼ, οὐκ ἂν μήνυτρον ἀροίμην· |
| 265 | Primary οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα. |
| 266 | Primary οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν· |
| 267 | Primary ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς |
| 268 | Primary σπάργανά τʼ ἀμφʼ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά. |
| 269 | Primary μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη· |
| 270 | Primary καί κεν δὴ μέγα θαῦμα μετʼ ἀθανάτοισι γένοιτο, |
| 271 | Primary παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι |
| 272 | Primary βουσὶν ἐπʼ ἀγραύλοισι· τὸ δʼ ἀπρεπέως ἀγορεύεις. |
| 273 | Primary χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δʼ ὕπο χθών. |
| 274 | Primary εἰ δʼ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι· |
| 275 | Primary μὴ μὲν ἐγὼ μήτʼ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι, |
| 276 | Primary μήτε τινʼ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων, |
| 277 | Primary αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω. --> |
| 278 | Primary ὣς ἄρʼ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων |
| 279 | Primary ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα, |
| 280 | Primary μάκρʼ ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων. |
| 281 | Primary τὸν δʼ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων· |
| 282 | Primary -->ὦ πέπον, ἠπεροπευτά, δολοφραδές, ἦ σε μάλʼ οἴω |
| 283 | Primary πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας |
| 284 | Primary ἔννυχον οὐχ ἕνα μοῦνον ἐπʼ οὔδεϊ φῶτα καθίσσαι, |
| 285 | Primary σκευάζοντα κατʼ οἶκον ἄτερ ψόφου, οἷʼ ἀγορεύεις· |
| 286 | Primary πολλοὺς δʼ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας |
| 287 | Primary οὔρεος ἐν βήσσῃς, ὁπότʼ ἄν κρειῶν ἐρατίζων |
| 288 | Primary ἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν. |
| 289 | Primary ἀλλʼ ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς, |
| 290 | Primary ἐκ λίκνου κατάβαινε, μελαίνης νυκτὸς ἑταῖρε. |
| 291 | Primary τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετʼ ἀθανάτοις γέρας ἕξεις. |
| 292 | Primary ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα. --> |
| 293 | Primary ὣς ἄρʼ ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων. |
| 294 | Primary σὺν δʼ ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης |
| 295 | Primary οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί, |
| 296 | Primary τλήμονα γαστρὸς ἔριθον, ἀτάσθαλον ἀγγελιώτην. |
| 297 | Primary ἐσσυμένως δὲ μετʼ αὐτὸν ἐπέπταρε· τοῖο δʼ Ἀπόλλων |
| 298 | Primary ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν. |
| 299 | Primary ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο |
| 300 | Primary Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε· |
| 301 | Primary -->θάρσει, σπαργανιῶτα, Διὸς καὶ Μαιάδος υἱέ· |
| 302 | Primary εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα |
| 303 | Primary τούτοις οἰωνοῖσι· σὺ δʼ αὖθʼ ὁδὸν ἡγεμονεύσεις. --> |
| 304 | Primary ὣς φάθʼ· ὃ δʼ αὖτʼ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑομῆς, |
| 305 | Primary σπουδῇ ἰών· ἄμφω δὲ παρʼ οὔατα χερσὶν ἐώθει |
| 306 | Primary σπάργανον ἀμφʼ ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον· |
| 307 | Primary -->πῆ με φέρεις, Ἑκάεργε, θεῶν ζαμενέστατε πάντων; |
| 308 | Primary ἦ με βοῶν ἕνεχʼ ὧδε χολούμενος ὀρσολοπεύεις; |
| 309 | Primary ὦ πόποι, εἴθʼ ἀπόλοιτο βοῶν γένος· οὐ γὰρ ἐγώ γε |
| 310 | Primary ὑμετέρας ἔκλεψα βόας οὐδʼ ἄλλον ὄπωπα, |
| 311 | Primary αἵτινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω. |
| 312 | Primary δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι. --> |
| 313 | Primary αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινον |
| 314 | Primary Ἑρμῆς τʼ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός, |
| 315 | Primary ἀμφὶς θυμὸν ἔχοντες. ὃ μὲν νημερτέα φωνὴν |
| 316 | Primary οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν, |
| 317 | Primary αὐτὰρ ὃ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν |
| 318 | Primary ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον. |
| 319 | Primary αὐτὰρ ἐπεὶ πολύμητις ἐὼν πολυμήχανον εὗρεν, |
| 320 | Primary ἐσσυμένως δὴ ἔπειτα διὰ ψαμάθοιο βάδιζε |
| 321 | Primary πρόσθεν, ἀτὰρ κατόπισθε Διὸς καὶ Λητοῦς υἱός. |
| 322 | Primary αἶψα δὲ τέρθρον ἵκοντο θυώδεος Οὐλύμποιο |
| 323 | Primary ἐς πατέρα Κρονίωνα Διὸς περικαλλέα τέκνα· |
| 324 | Primary κεῖθι γὰρ ἀμφοτέροισι δίκης κατέκειτο τάλαντα. |
| 325 | Primary οὐμιλίη δʼ ἔχʼ Ὄλυμπον ἀγάννιφον, ἀθάνατοι δὲ |
| 326 | Primary ἄφθιτοι ἠγερέθοντο μετὰ χρυσόθρονον Ἠῶ. |
| 327 | Primary ἔστησαν δʼ Ἑρμῆς τε καὶ ἀργυρότοξος Ἀπόλλων |
| 328 | Primary πρόσθε Διὸς γούνων· ὃ δʼ ἀνείρετο φαίδιμον υἱὸν |
| 329 | Primary Ζεὺς ὑψιβρεμέτης καί μιν πρὸς μῦθον ἔειπε· |
| 330 | Primary -->φοῖβε, πόθεν ταύτην μενοεικέα ληίδʼ ἐλαύνεις, |
| 331 | Primary παῖδα νέον γεγαῶτα, φυὴν κήρυκος ἔχοντα; |
| 332 | Primary σπουδαῖον τόδε χρῆμα θεῶν μεθʼ ὁμήγυριν ἦλθε. --> |
| 333 | Primary τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· |
| 334 | Primary -->ὦ πάτερ, ἦ τάχα μῦθον ἀκούσεαι οὐκ ἀλαπαδνόν, |
| 335 | Primary κερτομέων ὡς οἶος ἐγὼ φιλολήιός εἰμι. |
| 336 | Primary παῖδά τινʼ εὗρον τόνδε διαπρύσιον κεραϊστὴν |
| 337 | Primary Κυλλήνης ἐν ὄρεσσι, πολὺν διὰ χῶρον ἀνύσσας, |
| 338 | Primary κέρτομον, οἷον ἐγώ γε θεῶν οὐκ ἄλλον ὄπωπα |
| 339 | Primary οὐδʼ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσʼ ἐπὶ γαίῃ. |
| 340 | Primary κλέψας δʼ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετʼ ἐλαύνων |
| 341 | Primary ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, |
| 342 | Primary εὐθὺ Πύλονδʼ ἐλάων· τὰ δʼ ἄρʼ ἴχνια δοιὰ πέλωρα, |
| 343 | Primary οἷά τʼ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα. |
| 344 | Primary τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα |
| 345 | Primary ἀντία βήματʼ ἔχουσα κόνις ἀνέφαινε μέλαινα· |
| 346 | Primary αὐτὸς δʼ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτʼ ἄρα ποσσὶν |
| 347 | Primary οὔτʼ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον· |
| 348 | Primary ἀλλʼ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα |
| 349 | Primary τοῖα πέλωρʼ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι. |
| 350 | Primary ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον, |
| 351 | Primary ῥεῖα μάλʼ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν· |
| 352 | Primary αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν, |
| 353 | Primary ἄφραστος γένετʼ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ |
| 354 | Primary χῶρον ἀνὰ κρατερόν· τὸν δʼ ἐφράσατο βροτὸς ἀνὴρ |
| 355 | Primary ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων. |
| 356 | Primary αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε |
| 357 | Primary καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δʼ ἔνθα, |
| 358 | Primary ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς, |
| 359 | Primary ἄντρῳ ἐν ἠερόεντι κατὰ ζόφον· οὐδέ κεν αὐτὸν |
| 360 | Primary αἰετὸς ὀξὺ λάων ἐσκέψατο· πολλὰ δὲ χερσὶν |
| 361 | Primary αὐγὰς ὠμόργαζε δολοφροσύνην ἀλεγύνων. |
| 362 | Primary αὐτὸς δʼ αὐτίκα μῦθον ἀπηλεγέως ἀγόρευεν· |
| 363 | Primary -->οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα |
| 364 | Primary οὐδέ κε μηνύσαιμʼ, οὐδʼ ἄν μήνυτρον ἀροίμην. --> --> |
| 365 | Primary Ἠ τοι ἄρʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο Φοῖβος Ἀπόλλων· |
| 366 | Primary Ερμῆς δʼ αὖθʼ ἑτέρωθεν ἀμειβόμενος ἔπος ηὔδα, |
| 367 | Primary δείξατο δʼ ἐς Κρονίωνα, θεῶν σημάντορα πάντων· |
| 368 | Primary -->ζεῦ πάτερ, ἦ τοι ἐγώ σοι ἀληθείην καταλέξω· |
| 369 | Primary νημερτής τε γάρ εἰμι καὶ οὐκ οἶδα ψεύδεσθαι. |
| 370 | Primary ἦλθεν ἐς ἡμετέρου διζήμενος εἰλίποδας βοῦς |
| 371 | Primary σήμερον ἠελίοιο νέον ἐπιτελλομένοιο· |
| 372 | Primary οὐδὲ θεῶν μακάρων ἄγε μάρτυρας οὐδὲ κατόπτας, |
| 373 | Primary μηνύειν δʼ ἐκέλευεν ἀναγκαίης ὑπὸ πολλῆς, |
| 374 | Primary πολλὰ δέ μʼ ἠπείλησε βαλεῖν ἐς Τάρταρον εὐρύν, |
| 375 | Primary οὕνεχʼ ὃ μὲν τέρεν ἄνθος ἔχει φιλοκυδέος ἥβης, |
| 376 | Primary αὐτὰρ ἐγὼ χθιζὸς γενόμην, τὰ δέ τʼ οἶδε καὶ αὐτός, |
| 377 | Primary οὔτι βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἐοικώς. |
| 378 | Primary πείθεο· καὶ γὰρ ἐμεῖο πατὴρ φίλος εὔχεαι εἶναι, |
| 379 | Primary ὡς οὐκ οἴκαδʼ ἔλασσα βόας, ὣς ὄλβιος εἴην, |
| 380 | Primary οὐδʼ ὑπὲρ οὐδὸν ἔβην· τὸ δέ τʼ ἀτρεκέως ἀγορεύω. |
| 381 | Primary Ἠέλιον δὲ μάλʼ αἰδέομαι καὶ δαίμονας ἄλλους, |
| 382 | Primary καὶ σε φιλῶ καὶ τοῦτον ὀπίζομαι· οἶσθα καὶ αὐτός, |
| 383 | Primary ὡς οὐκ αἴτιός εἰμι· μέγαν δʼ ἐπιδώσομαι ὅρκον· |
| 384 | Primary οὐ μὰ τάδʼ ἀθανάτων εὐκόσμητα προθύραια. |
| 385 | Primary καί που ἐγὼ τούτῳ τίσω ποτὲ νηλέα φώρην, |
| 386 | Primary καὶ κρατερῷ περ ἐόντι· σὺ δʼ ὁπλοτέροισιν ἄρηγε. --> |
| 387 | Primary ὣς φάτʼ ἐπιλλίζων Κυλλήνιος Ἀργειφόντης· |
| 388 | Primary καὶ τὸ σπάργανον εἶχεν ἐπʼ ὠλένῃ οὐδʼ ἀπέβαλλε. |
| 389 | Primary Ζεὺς δὲ μέγʼ ἐξεγέλασσεν ἰδὼν κακομηδέα παῖδα |
| 390 | Primary εὖ καὶ ἐπισταμένως ἀρνεύμενον ἀμφὶ βόεσσιν. |
| 391 | Primary ἀμφοτέρους δʼ ἐκέλευσεν ὁμόφρονα θυμὸν ἔχοντας |
| 392 | Primary ζητεύειν, Ἑρμῆν δὲ διάκτορον ἡγεμονεύειν |
| 393 | Primary καὶ δεῖξαι τὸν χῶρον ἐπʼ ἀβλαβίῃσι νόοιο, |
| 394 | Primary ὅππη δὴ αὖτʼ ἀπέκρυψε βοῶν ἴφθιμα κάρηνα. |
| 395 | Primary νεῦσεν δὲ Κρονίδης, ἐπεπείθετο δʼ ἀγλαὸς Ἑρμῆς· |
| 396 | Primary ῥηιδίως γὰρ ἔπειθε Διὸς νόος αἰγιόχοιο. |
| 397 | Primary τὼ δʼ ἄμφω σπεύδοντε Διὸς περικαλλέα τέκνα |
| 398 | Primary ἐς Πύλον ἠμαθόεντα ἐπʼ Ἀλφειοῦ πόρον ἷξον· |
| 399 | Primary ἀγροὺς δʼ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον, |
| 400 | Primary ἡχοῦ δὴ τὰ χρήματʼ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ. |
| 401 | Primary ἔνθʼ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον |
| 402 | Primary ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα· |
| 403 | Primary Λητοΐδης δʼ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας |
| 404 | Primary πέτρῃ ἐπʼ ἠλιβάτῳ, τάχα δʼ εἴρετο κύδιμον Ἑρμῆν· |
| 405 | Primary -->πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι, |
| 406 | Primary ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε |
| 407 | Primary θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴ |
| 408 | Primary μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ. --> |
| 409 | Primary ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ |
| 409a | Primary [ ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι. |
| 409b | Primary τὸν δʼ οὐκ ἴσχανε δεσμά, λύγοι δʼ ἀπὸ τηλόσε πῖπτον ] |
| 410 | Primary ἄγνου· ταὶ δʼ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο |
| 411 | Primary αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι, |
| 412 | Primary ῥεῖά τε καὶ πάσῃσιν ἐπʼ ἀγραύλοισι βόεσσιν, |
| 413 | Primary Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων |
| 414 | Primary θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης |
| 415 | Primary χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων, |
| 416 | Primary ἐγκρύψαι μεμαώς· Λητοῦς δʼ ἐρικυδέος υἱὸν |
| 417 | Primary ῥεῖα μάλʼ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελʼ αὐτός, |
| 418 | Primary καὶ κρατερόν περ ἐόντα· λαβὼν δʼ ἐπʼ ἀριστερὰ χειρὸς |
| 419 | Primary πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς |
| 420 | Primary σμερδαλέον κονάβησε· γέλασσε δὲ Φοῖβος Ἀπόλλων |
| 421 | Primary γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθʼ ἰωὴ |
| 422 | Primary θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει |
| 423 | Primary θυμῷ ἀκουάζοντα· λύρῃ δʼ ἐρατὸν κιθαρίζων |
| 424 | Primary στῆ ῥʼ ὅ γε θαρσήσας ἐπʼ ἀριστερὰ Μαιάδος υἱὸς |
| 425 | Primary Φοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζων |
| 426 | Primary γηρύετʼ ἀμβολάδην — ἐρατὴ δέ οἱ ἕσπετο φωνή — |
| 427 | Primary κραίνων ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν, |
| 428 | Primary ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος. |
| 429 | Primary Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ, |
| 430 | Primary μητέρα Μουσάων· ἣ γὰρ λάχε Μαιάδος υἱόν· |
| 431 | Primary τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος |
| 432 | Primary ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός, |
| 433 | Primary πάντʼ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων. |
| 434 | Primary τὸν δʼ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν, |
| 435 | Primary καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 436 | Primary -->βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε, |
| 437 | Primary πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας. |
| 438 | Primary ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω· |
| 439 | Primary νῦν δʼ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ, |
| 440 | Primary ἦ σοί γʼ ἐκ γενετῆς τάδʼ ἅμʼ ἕσπετο θαυματὰ ἔργα |
| 441 | Primary ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων |
| 442 | Primary δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν; |
| 443 | Primary θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω, |
| 444 | Primary ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τινʼ ἀνδρῶν |
| 445 | Primary οὔτε τινʼ ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσι, |
| 446 | Primary νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ. |
| 447 | Primary τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων, |
| 448 | Primary τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν, |
| 449 | Primary εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι. |
| 450 | Primary καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός, |
| 451 | Primary τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς |
| 452 | Primary καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν· |
| 453 | Primary ἀλλʼ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν, |
| 454 | Primary οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται. |
| 455 | Primary θαυμάζω, Διὸς υἱέ, τάδʼ, ὡς ἐρατὸν κιθαρίζεις. |
| 456 | Primary νῦν δʼ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας, |
| 457 | Primary ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι· |
| 458 | Primary νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι |
| 459 | Primary σοί τʼ αὐτῷ καὶ μητρί· τὸ δʼ ἀτρεκέως ἀγορεύσω· |
| 460 | Primary ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε |
| 461 | Primary κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόνʼ εἵσω |
| 462 | Primary δώσω τʼ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω. --> |
| 463 | Primary τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν· |
| 464 | Primary -->εἰρωτᾷς μʼ, Ἑκάεργε, περιφραδές· αὐτὰρ ἐγώ σοι |
| 465 | Primary τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω. |
| 466 | Primary σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι |
| 467 | Primary βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντʼ εὖ οἶδας· |
| 468 | Primary πρῶτος γάρ, Διὸς υἱέ, μετʼ ἀθανάτοισι θαάσσεις, |
| 469 | Primary ἠύς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺς |
| 470 | Primary ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα. |
| 471 | Primary καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς |
| 472 | Primary μαντείας θʼ Ἑκάεργε, Διὸς παρά, θέσφατα πάντα |
| 473 | Primary τῶν νῦν αὐτὸς ἐγώ σε μαλʼ ἀφνειὸν δεδάηκα· |
| 474 | Primary σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς. |
| 475 | Primary ἀλλʼ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν, |
| 476 | Primary μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε |
| 477 | Primary δέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε. |
| 478 | Primary εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην, |
| 479 | Primary καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν. |
| 480 | Primary εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν |
| 481 | Primary καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον |
| 482 | Primary εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν |
| 483 | Primary τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ, |
| 484 | Primary φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει |
| 485 | Primary ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν, |
| 486 | Primary ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν |
| 487 | Primary νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ, |
| 488 | Primary μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι. |
| 489 | Primary σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς. |
| 490 | Primary καὶ τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε· |
| 491 | Primary ἡμεῖς δʼ αὖτʼ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο |
| 492 | Primary βουσὶ νομούς, Ἑκάεργε, νομεύσομεν ἀγραύλοισιν. |
| 493 | Primary ἔνθεν ἅλις τέξουσι βόες ταύροις·, μιγεῖσαι |
| 494 | Primary μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ |
| 495 | Primary κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι. --> |
| 496 | Primary ὣς εἰπὼν ὤρεξʼ· ὃ δʼ ἐδέξατο Φοῖβος Ἀπόλλων, |
| 497 | Primary Ἐρμῇ δʼ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν, |
| 498 | Primary βουκολίας τʼ ἐπέτελλεν· ἔδεκτο δὲ Μαιάδος υἱὸς |
| 499 | Primary γηθήσας· κίθαριν δὲ λαβὼν ἐπʼ ἀριστερὰ χειρὸς |
| 500 | Primary Λητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων, |
| 501 | Primary πλήκτρῳ ἐπειρήτιζε κατὰ μένος· ἣ δʼ ὑπένερθε |
| 502 | Primary σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄεισεν. |
| 503 | Primary ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα |
| 504 | Primary ἐτραπέτην· αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα, |
| 505 | Primary ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο |
| 506 | Primary τερπόμενοι φόρμιγγι· χάρη δʼ ἄρα μητιέτα Ζεύς, |
| 507 | Primary ἄμφω δʼ ἐς φιλότητα συνήγαγε· καὶ τὰ μὲν Ἑρμῆς |
| 508 | Primary Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν, |
| 509 | Primary σήματʼ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν |
| 510 | Primary ἱμερτήν, δεδαώς, ὃ δʼ ἐπωλένιον κιθάριζεν· |
| 511 | Primary αὐτὸς δʼ αὖθʼ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην· |
| 512 | Primary συρίγγων ἐνοπὴν ποιήσατο τηλόθʼ ἀκουστήν. |
| 513 | Primary καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε· |
| 514 | Primary -->δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα, |
| 515 | Primary μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα· |
| 516 | Primary τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα |
| 517 | Primary θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν. |
| 518 | Primary ἀλλʼ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι, |
| 519 | Primary ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ, |
| 520 | Primary πάντʼ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις. --> |
| 521 | Primary καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε, |
| 522 | Primary μή ποτʼ ἀποκλέψειν, ὅσʼ Ἑκηβόλος ἐκτεάτισται, |
| 523 | Primary μηδέ ποτʼ ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων |
| 524 | Primary Λητοΐδης κατένευσεν ἐπʼ ἀρθμῷ καὶ φιλότητι, |
| 525 | Primary μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι, |
| 526 | Primary μήτε θεὸν μήτʼ ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον |
| 526a | Primary [ αἰετὸν ἧκε πατήρ· ὁ δʼ ἐπώμοσεν· ἦ σε μάλʼ οἶον ] |
| 527 | Primary -->σύμβολον ἀθανάτων ποιήσομαι ἠδʼ ἅμα πάντων, |
| 528 | Primary πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα |
| 529 | Primary ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον, |
| 530 | Primary χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει |
| 531 | Primary πάντας ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργων |
| 532 | Primary τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς. |
| 533 | Primary μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις, |
| 534 | Primary οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τινʼ ἄλλον |
| 535 | Primary ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γε |
| 536 | Primary πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον, |
| 537 | Primary μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων |
| 538 | Primary ἄλλον γʼ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν. |
| 539 | Primary καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε |
| 540 | Primary θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς. |
| 541 | Primary ἀνθρώπων δʼ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω, |
| 542 | Primary πολλὰ περιτροπέων ἀμεγάρτων φῦλʼ ἀνθρώπων. |
| 543 | Primary καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ |
| 544 | Primary φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν· |
| 545 | Primary οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδʼ ἀπατήσω. |
| 546 | Primary ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι |
| 547 | Primary μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν |
| 548 | Primary ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων, |
| 549 | Primary φήμʼ, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην. |
| 550 | Primary ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ |
| 551 | Primary καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον· |
| 552 | Primary σεμναὶ γὰρ τινες εἰσί, κασίγνηται γεγαυῖαι, |
| 553 | Primary παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι, |
| 554 | Primary τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά, |
| 555 | Primary οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο, |
| 556 | Primary μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ |
| 557 | Primary παῖς ἔτʼ ἐὼν μελέτησα· πατὴρ δʼ ἐμὸς οὐκ ἀλέγιζεν, |
| 558 | Primary ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη |
| 559 | Primary κηρία βόσκονται καὶ τε κραίνουσιν ἕκαστα. |
| 560 | Primary αἳ δʼ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν, |
| 561 | Primary προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν· |
| 562 | Primary ἢν δʼ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν, |
| 563 | Primary ψεύδονται δὴ ἔπειτα διʼ ἀλλήλων δονέουσαι. |
| 564 | Primary τάς τοι ἔπειτα δίδωμι· σὺ δʼ ἀτρεκέως ἐρεείνων |
| 565 | Primary σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς, |
| 566 | Primary πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι. |
| 567 | Primary ταῦτʼ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς |
| 568 | Primary ἵππους τʼ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς. --> |
| 568a | Primary [ ὡς ἔφατʼ· οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι |
| 568b | Primary θῆκε τέλος· πᾶσιν δʼ ἄρʼ ὅ γʼ οἰωνοῖσι κέλευσεν ] |
| 569 | Primary καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι |
| 570 | Primary καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών, |
| 571 | Primary πᾶσι δʼ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν, |
| 572 | Primary οἶον δʼ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι, |
| 573 | Primary ὅς τʼ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον. |
| 574 | Primary οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων |
| 575 | Primary παντοίῃ φιλότητι· χάριν δʼ ἐπέθηκε Κρονίων. |
| 576 | Primary πᾶσι δʼ ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ. |
| 577 | Primary παῦρα μὲν οὖν ὀνίνησι, τὸ δʼ ἄκριτον ἠπεροπεύει |
| 578 | Primary νύκτα διʼ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων. |
| 579 | Primary καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ· |
| 580 | Primary αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς. |