Reader
Reader | Iliad, Book 1
Iliad
Homer
Text
Position
Line 1 of 611
Waypoints
| Line Ref | Monro and Allen | Ancient Greek |
|---|---|
| 1 | Primary μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος |
| 2 | Primary οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε, |
| 3 | Primary πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν |
| 4 | Primary ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν |
| 5 | Primary οἰωνοῖσί τε πᾶσι, Διὸς δʼ ἐτελείετο βουλή, |
| 6 | Primary ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε |
| 7 | Primary Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς. |
| 8 | Primary τίς τʼ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι; |
| 9 | Primary Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς |
| 10 | Primary νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί, |
| 11 | Primary οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα |
| 12 | Primary Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν |
| 13 | Primary λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα, |
| 14 | Primary στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος |
| 15 | Primary χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, |
| 16 | Primary Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν· |
| 17 | Primary Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί, |
| 18 | Primary ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματʼ ἔχοντες |
| 19 | Primary ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι· |
| 20 | Primary παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην, τὰ δʼ ἄποινα δέχεσθαι, |
| 21 | Primary ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα. |
| 22 | Primary ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ |
| 23 | Primary αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· |
| 24 | Primary ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, |
| 25 | Primary ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· |
| 26 | Primary μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω |
| 27 | Primary ἢ νῦν δηθύνοντʼ ἢ ὕστερον αὖτις ἰόντα, |
| 28 | Primary μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο· |
| 29 | Primary τὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν |
| 30 | Primary ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης |
| 31 | Primary ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν· |
| 32 | Primary ἀλλʼ ἴθι μή μʼ ἐρέθιζε σαώτερος ὥς κε νέηαι. |
| 33 | Primary ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ· |
| 34 | Primary βῆ δʼ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης· |
| 35 | Primary πολλὰ δʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἠρᾶθʼ ὁ γεραιὸς |
| 36 | Primary Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ· |
| 37 | Primary κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας |
| 38 | Primary Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις, |
| 39 | Primary Σμινθεῦ εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα, |
| 40 | Primary ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα |
| 41 | Primary ταύρων ἠδʼ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ· |
| 42 | Primary τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν. |
| 43 | Primary ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων, |
| 44 | Primary βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων χωόμενος κῆρ, |
| 45 | Primary τόξʼ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην· |
| 46 | Primary ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο, |
| 47 | Primary αὐτοῦ κινηθέντος· ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς. |
| 48 | Primary ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε· |
| 49 | Primary δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο· |
| 50 | Primary οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς, |
| 51 | Primary αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς |
| 52 | Primary βάλλʼ· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί. |
| 53 | Primary ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο, |
| 54 | Primary τῇ δεκάτῃ δʼ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς· |
| 55 | Primary τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη· |
| 56 | Primary κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο. |
| 57 | Primary οἳ δʼ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο, |
| 58 | Primary τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 59 | Primary Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω |
| 60 | Primary ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν, |
| 61 | Primary εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς· |
| 62 | Primary ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα |
| 63 | Primary ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν, |
| 64 | Primary ὅς κʼ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων, |
| 65 | Primary εἴτʼ ἄρʼ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται ἠδʼ ἑκατόμβης, |
| 66 | Primary αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων |
| 67 | Primary βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι. |
| 68 | Primary ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη |
| 69 | Primary Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριστος, |
| 70 | Primary ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα, |
| 71 | Primary καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω |
| 72 | Primary ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων· |
| 73 | Primary ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· |
| 74 | Primary ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι |
| 75 | Primary μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος· |
| 76 | Primary τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον |
| 77 | Primary ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν· |
| 78 | Primary ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων |
| 79 | Primary Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί· |
| 80 | Primary κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ· |
| 81 | Primary εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, |
| 82 | Primary ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, |
| 83 | Primary ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις. |
| 84 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 85 | Primary θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα· |
| 86 | Primary οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν |
| 87 | Primary εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, |
| 88 | Primary οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο |
| 89 | Primary σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει |
| 90 | Primary συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς, |
| 91 | Primary ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι. |
| 92 | Primary καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων· |
| 93 | Primary οὔ τʼ ἄρ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης, |
| 94 | Primary ἀλλʼ ἕνεκʼ ἀρητῆρος ὃν ἠτίμησʼ Ἀγαμέμνων, |
| 95 | Primary οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα, |
| 96 | Primary τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει· |
| 97 | Primary οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει |
| 98 | Primary πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην |
| 99 | Primary ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην |
| 100 | Primary ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν. |
| 101 | Primary ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη |
| 102 | Primary ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων |
| 103 | Primary ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι |
| 104 | Primary πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην· |
| 105 | Primary Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε· |
| 106 | Primary μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας· |
| 107 | Primary αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, |
| 108 | Primary ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας· |
| 109 | Primary καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις |
| 110 | Primary ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, |
| 111 | Primary οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα |
| 112 | Primary οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν |
| 113 | Primary οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα |
| 114 | Primary κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων, |
| 115 | Primary οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα. |
| 116 | Primary ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον· |
| 117 | Primary βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι· |
| 118 | Primary αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ ὄφρα μὴ οἶος |
| 119 | Primary Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε· |
| 120 | Primary λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ. |
| 121 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· |
| 122 | Primary Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων, |
| 123 | Primary πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί; |
| 124 | Primary οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά· |
| 125 | Primary ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, |
| 126 | Primary λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν. |
| 127 | Primary ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ |
| 128 | Primary τριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς |
| 129 | Primary δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι. |
| 130 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· |
| 131 | Primary μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ |
| 132 | Primary κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις. |
| 133 | Primary ἦ ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως |
| 134 | Primary ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι; |
| 135 | Primary ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ |
| 136 | Primary ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται· |
| 137 | Primary εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι |
| 138 | Primary ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος |
| 139 | Primary ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι. |
| 140 | Primary ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, |
| 141 | Primary νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, |
| 142 | Primary ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην |
| 143 | Primary θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον |
| 144 | Primary βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, |
| 145 | Primary ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς |
| 146 | Primary ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν, |
| 147 | Primary ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας. |
| 148 | Primary τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 149 | Primary ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον |
| 150 | Primary πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν |
| 151 | Primary ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι; |
| 152 | Primary οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων |
| 153 | Primary δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν· |
| 154 | Primary οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους, |
| 155 | Primary οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ |
| 156 | Primary καρπὸν ἐδηλήσαντʼ, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ |
| 157 | Primary οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα· |
| 158 | Primary ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἅμʼ ἑσπόμεθʼ ὄφρα σὺ χαίρῃς, |
| 159 | Primary τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα |
| 160 | Primary πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις· |
| 161 | Primary καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, |
| 162 | Primary ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν. |
| 163 | Primary οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότʼ Ἀχαιοὶ |
| 164 | Primary Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον· |
| 165 | Primary ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο |
| 166 | Primary χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, |
| 167 | Primary σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε |
| 168 | Primary ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων. |
| 169 | Primary νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν |
| 170 | Primary οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐω |
| 171 | Primary ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν. |
| 172 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· |
| 173 | Primary φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε |
| 174 | Primary λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι |
| 175 | Primary οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. |
| 176 | Primary ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων· |
| 177 | Primary αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε· |
| 178 | Primary εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν· |
| 179 | Primary οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι |
| 180 | Primary Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω, |
| 181 | Primary οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε· |
| 182 | Primary ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων, |
| 183 | Primary τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι |
| 184 | Primary πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον |
| 185 | Primary αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς |
| 186 | Primary ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος |
| 187 | Primary ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην. |
| 188 | Primary ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ |
| 189 | Primary στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν, |
| 190 | Primary ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ |
| 191 | Primary τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι, |
| 192 | Primary ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν. |
| 193 | Primary ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, |
| 194 | Primary ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη |
| 195 | Primary οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη |
| 196 | Primary ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· |
| 197 | Primary στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα |
| 198 | Primary οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο· |
| 199 | Primary θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω |
| 200 | Primary Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν· |
| 201 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 202 | Primary τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας; |
| 203 | Primary ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο; |
| 204 | Primary ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω· |
| 205 | Primary ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ. |
| 206 | Primary τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· |
| 207 | Primary ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι, |
| 208 | Primary οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη |
| 209 | Primary ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· |
| 210 | Primary ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί· |
| 211 | Primary ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ· |
| 212 | Primary ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· |
| 213 | Primary καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα |
| 214 | Primary ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν. |
| 215 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 216 | Primary χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι |
| 217 | Primary καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον· |
| 218 | Primary ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυον αὐτοῦ. |
| 219 | Primary ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν, |
| 220 | Primary ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε |
| 221 | Primary μύθῳ Ἀθηναίης· ἣ δʼ Οὔλυμπον δὲ βεβήκει |
| 222 | Primary δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους. |
| 223 | Primary Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν |
| 224 | Primary Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο· |
| 225 | Primary οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο, |
| 226 | Primary οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι |
| 227 | Primary οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν |
| 228 | Primary τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι. |
| 229 | Primary ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν |
| 230 | Primary δῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ· |
| 231 | Primary δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις· |
| 232 | Primary ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο. |
| 233 | Primary ἀλλʼ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· |
| 234 | Primary ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους |
| 235 | Primary φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, |
| 236 | Primary οὐδʼ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε |
| 237 | Primary φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν |
| 238 | Primary ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας |
| 239 | Primary πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος· |
| 240 | Primary ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν |
| 241 | Primary σύμπαντας· τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περ |
| 242 | Primary χραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο |
| 243 | Primary θνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις |
| 244 | Primary χωόμενος ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας. |
| 245 | Primary ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ |
| 246 | Primary χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός· |
| 247 | Primary Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ |
| 248 | Primary ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής, |
| 249 | Primary τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή· |
| 250 | Primary τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων |
| 251 | Primary ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο |
| 252 | Primary ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν· |
| 253 | Primary ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· |
| 254 | Primary ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει· |
| 255 | Primary ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες |
| 256 | Primary ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ |
| 257 | Primary εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν, |
| 258 | Primary οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι. |
| 259 | Primary ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο· |
| 260 | Primary ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν |
| 261 | Primary ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον. |
| 262 | Primary οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι, |
| 263 | Primary οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν |
| 264 | Primary Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον |
| 265 | Primary Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν· |
| 266 | Primary κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν· |
| 267 | Primary κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο |
| 268 | Primary φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν. |
| 269 | Primary καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν |
| 270 | Primary τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί· |
| 271 | Primary καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τις |
| 272 | Primary τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο· |
| 273 | Primary καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ· |
| 274 | Primary ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον· |
| 275 | Primary μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, |
| 276 | Primary ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν· |
| 277 | Primary μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊ |
| 278 | Primary ἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆς |
| 279 | Primary σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν. |
| 280 | Primary εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ, |
| 281 | Primary ἀλλʼ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει. |
| 282 | Primary Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε |
| 283 | Primary λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν |
| 284 | Primary ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο. |
| 285 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· |
| 286 | Primary ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες· |
| 287 | Primary ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων, |
| 288 | Primary πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν, |
| 289 | Primary πᾶσι δὲ σημαίνειν, ἅ τινʼ οὐ πείσεσθαι ὀΐω· |
| 290 | Primary εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες |
| 291 | Primary τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι; |
| 292 | Primary τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς· |
| 293 | Primary ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην |
| 294 | Primary εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς· |
| 295 | Primary ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε |
| 296 | Primary σήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω. |
| 297 | Primary ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι· |
| 298 | Primary χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης |
| 299 | Primary οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες· |
| 300 | Primary τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ |
| 301 | Primary τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο· |
| 302 | Primary εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε· |
| 303 | Primary αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί. |
| 304 | Primary ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν |
| 305 | Primary ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν· |
| 306 | Primary Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας |
| 307 | Primary ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν· |
| 308 | Primary Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν, |
| 309 | Primary ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην |
| 310 | Primary βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον |
| 311 | Primary εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς. |
| 312 | Primary οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, |
| 313 | Primary λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν· |
| 314 | Primary οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον, |
| 315 | Primary ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας |
| 316 | Primary ταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο· |
| 317 | Primary κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. |
| 318 | Primary ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνων |
| 319 | Primary λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ, |
| 320 | Primary ἀλλʼ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, |
| 321 | Primary τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε· |
| 322 | Primary ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος· |
| 323 | Primary χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον· |
| 324 | Primary εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι |
| 325 | Primary ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται. |
| 326 | Primary ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· |
| 327 | Primary τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο, |
| 328 | Primary Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, |
| 329 | Primary τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ |
| 330 | Primary ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς. |
| 331 | Primary τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα |
| 332 | Primary στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο· |
| 333 | Primary αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· |
| 334 | Primary χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν, |
| 335 | Primary ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων, |
| 336 | Primary ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης. |
| 337 | Primary ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην |
| 338 | Primary καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων |
| 339 | Primary πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων |
| 340 | Primary καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε |
| 341 | Primary χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι |
| 342 | Primary τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει, |
| 343 | Primary οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω, |
| 344 | Primary ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί. |
| 345 | Primary ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, |
| 346 | Primary ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον, |
| 347 | Primary δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν· |
| 348 | Primary ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς |
| 349 | Primary δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς, |
| 350 | Primary θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον· |
| 351 | Primary πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς· |
| 352 | Primary μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα, |
| 353 | Primary τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι |
| 354 | Primary Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν· |
| 355 | Primary ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων |
| 356 | Primary ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. |
| 357 | Primary ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ |
| 358 | Primary ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι· |
| 359 | Primary καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη, |
| 360 | Primary καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος, |
| 361 | Primary χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· |
| 362 | Primary τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; |
| 363 | Primary ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω. |
| 364 | Primary τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 365 | Primary οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω; |
| 366 | Primary ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος, |
| 367 | Primary τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα· |
| 368 | Primary καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν, |
| 369 | Primary ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον. |
| 370 | Primary Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος |
| 371 | Primary ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων |
| 372 | Primary λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα, |
| 373 | Primary στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος |
| 374 | Primary χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, |
| 375 | Primary Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν. |
| 376 | Primary ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ |
| 377 | Primary αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· |
| 378 | Primary ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, |
| 379 | Primary ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· |
| 380 | Primary χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων |
| 381 | Primary εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν, |
| 382 | Primary ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ |
| 383 | Primary θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο |
| 384 | Primary πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις |
| 385 | Primary εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο. |
| 386 | Primary αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι· |
| 387 | Primary Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς |
| 388 | Primary ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί· |
| 389 | Primary τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ |
| 390 | Primary ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι· |
| 391 | Primary τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες |
| 392 | Primary κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν. |
| 393 | Primary ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος· |
| 394 | Primary ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι |
| 395 | Primary ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. |
| 396 | Primary πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα |
| 397 | Primary εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι |
| 398 | Primary οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, |
| 399 | Primary ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι |
| 400 | Primary Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη· |
| 401 | Primary ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν, |
| 402 | Primary ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον, |
| 403 | Primary ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες |
| 404 | Primary Αἰγαίωνʼ, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων· |
| 405 | Primary ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων· |
| 406 | Primary τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν. |
| 407 | Primary τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων |
| 408 | Primary αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι, |
| 409 | Primary τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺς |
| 410 | Primary κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, |
| 411 | Primary γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων |
| 412 | Primary ἣν ἄτην ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν. |
| 413 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· |
| 414 | Primary ὤ μοι τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα; |
| 415 | Primary αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων |
| 416 | Primary ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν· |
| 417 | Primary νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων |
| 418 | Primary ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι. |
| 419 | Primary τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ |
| 420 | Primary εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται. |
| 421 | Primary ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι |
| 422 | Primary μήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν· |
| 423 | Primary Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας |
| 424 | Primary χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο· |
| 425 | Primary δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, |
| 426 | Primary καὶ τότʼ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ, |
| 427 | Primary καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω. |
| 428 | Primary ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ |
| 429 | Primary χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς |
| 430 | Primary τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς |
| 431 | Primary ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην. |
| 432 | Primary οἳ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο |
| 433 | Primary ἱστία μὲν στείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ, |
| 434 | Primary ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες |
| 435 | Primary καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς. |
| 436 | Primary ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν· |
| 437 | Primary ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, |
| 438 | Primary ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι· |
| 439 | Primary ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο. |
| 440 | Primary τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς |
| 441 | Primary πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν· |
| 442 | Primary ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων |
| 443 | Primary παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην |
| 444 | Primary ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα, |
| 445 | Primary ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν. |
| 446 | Primary ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων |
| 447 | Primary παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην |
| 448 | Primary ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν, |
| 449 | Primary χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο. |
| 450 | Primary τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών· |
| 451 | Primary κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας |
| 452 | Primary Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις· |
| 453 | Primary ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο, |
| 454 | Primary τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν· |
| 455 | Primary ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ· |
| 456 | Primary ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον. |
| 457 | Primary ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων. |
| 458 | Primary αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, |
| 459 | Primary αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, |
| 460 | Primary μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν |
| 461 | Primary δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν· |
| 462 | Primary καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον |
| 463 | Primary λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν. |
| 464 | Primary αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, |
| 465 | Primary μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, |
| 466 | Primary ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. |
| 467 | Primary αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα |
| 468 | Primary δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. |
| 469 | Primary αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, |
| 470 | Primary κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, |
| 471 | Primary νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν· |
| 472 | Primary οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο |
| 473 | Primary καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν |
| 474 | Primary μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων. |
| 475 | Primary ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, |
| 476 | Primary δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός· |
| 477 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 478 | Primary καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν· |
| 479 | Primary τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων· |
| 480 | Primary οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν, |
| 481 | Primary ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα |
| 482 | Primary στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης· |
| 483 | Primary ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. |
| 484 | Primary αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, |
| 485 | Primary νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν |
| 486 | Primary ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν· |
| 487 | Primary αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. |
| 488 | Primary αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι |
| 489 | Primary διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς· |
| 490 | Primary οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν |
| 491 | Primary οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ |
| 492 | Primary αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε. |
| 493 | Primary ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς, |
| 494 | Primary καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες |
| 495 | Primary πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων |
| 496 | Primary παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης. |
| 497 | Primary ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. |
| 498 | Primary εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων |
| 499 | Primary ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· |
| 500 | Primary καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων |
| 501 | Primary σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα |
| 502 | Primary λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα· |
| 503 | Primary Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα |
| 504 | Primary ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· |
| 505 | Primary τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων |
| 506 | Primary ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων |
| 507 | Primary ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. |
| 508 | Primary ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ· |
| 509 | Primary τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ |
| 510 | Primary υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ. |
| 511 | Primary ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς, |
| 512 | Primary ἀλλʼ ἀκέων δὴν ἧστο· Θέτις δʼ ὡς ἥψατο γούνων |
| 513 | Primary ὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις· |
| 514 | Primary νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον |
| 515 | Primary ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω |
| 516 | Primary ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι. |
| 517 | Primary τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· |
| 518 | Primary ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις |
| 519 | Primary Ἥρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν· |
| 520 | Primary ἣ δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι |
| 521 | Primary νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν. |
| 522 | Primary ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ |
| 523 | Primary Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω· |
| 524 | Primary εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς· |
| 525 | Primary τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον |
| 526 | Primary τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν |
| 527 | Primary οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω. |
| 528 | Primary ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων· |
| 529 | Primary ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος |
| 530 | Primary κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον. |
| 531 | Primary τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα |
| 532 | Primary εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου, |
| 533 | Primary Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν |
| 534 | Primary ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη |
| 535 | Primary μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες. |
| 536 | Primary ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη |
| 537 | Primary ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς |
| 538 | Primary ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος. |
| 539 | Primary αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα· |
| 540 | Primary τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς; |
| 541 | Primary αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα |
| 542 | Primary κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι |
| 543 | Primary πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς. |
| 544 | Primary τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε· |
| 545 | Primary Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους |
| 546 | Primary εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ· |
| 547 | Primary ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα |
| 548 | Primary οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων· |
| 549 | Primary ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι |
| 550 | Primary μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. |
| 551 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· |
| 552 | Primary αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες; |
| 553 | Primary καὶ λίην σε πάρος γʼ οὔτʼ εἴρομαι οὔτε μεταλλῶ, |
| 554 | Primary ἀλλὰ μάλʼ εὔκηλος τὰ φράζεαι ἅσσʼ ἐθέλῃσθα. |
| 555 | Primary νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ |
| 556 | Primary ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος· |
| 557 | Primary ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων· |
| 558 | Primary τῇ σʼ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα |
| 559 | Primary τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν. |
| 560 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· |
| 561 | Primary δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω· |
| 562 | Primary πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεαι, ἀλλʼ ἀπὸ θυμοῦ |
| 563 | Primary μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται. |
| 564 | Primary εἰ δʼ οὕτω τοῦτʼ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι· |
| 565 | Primary ἀλλʼ ἀκέουσα κάθησο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ, |
| 566 | Primary μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ |
| 567 | Primary ἆσσον ἰόνθʼ, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω. |
| 568 | Primary ὣς ἔφατʼ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη, |
| 569 | Primary καί ῥʼ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ· |
| 570 | Primary ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες· |
| 571 | Primary τοῖσιν δʼ Ἥφαιστος κλυτοτέχνης ἦρχʼ ἀγορεύειν |
| 572 | Primary μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ· |
| 573 | Primary ἦ δὴ λοίγια ἔργα τάδʼ ἔσσεται οὐδʼ ἔτʼ ἀνεκτά, |
| 574 | Primary εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε, |
| 575 | Primary ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς |
| 576 | Primary ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. |
| 577 | Primary μητρὶ δʼ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ |
| 578 | Primary πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε |
| 579 | Primary νεικείῃσι πατήρ, σὺν δʼ ἡμῖν δαῖτα ταράξῃ. |
| 580 | Primary εἴ περ γάρ κʼ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς |
| 581 | Primary ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν. |
| 582 | Primary ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν· |
| 583 | Primary αὐτίκʼ ἔπειθʼ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν. |
| 584 | Primary ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον |
| 585 | Primary μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε· |
| 586 | Primary τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ, |
| 587 | Primary μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι |
| 588 | Primary θεινομένην, τότε δʼ οὔ τι δυνήσομαι ἀχνύμενός περ |
| 589 | Primary χραισμεῖν· ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι· |
| 590 | Primary ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα |
| 591 | Primary ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, |
| 592 | Primary πᾶν δʼ ἦμαρ φερόμην, ἅμα δʼ ἠελίῳ καταδύντι |
| 593 | Primary κάππεσον ἐν Λήμνῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν· |
| 594 | Primary ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα. |
| 595 | Primary ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη, |
| 596 | Primary μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον· |
| 597 | Primary αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν |
| 598 | Primary οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων· |
| 599 | Primary ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν |
| 600 | Primary ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα. |
| 601 | Primary ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα |
| 602 | Primary δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης, |
| 603 | Primary οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχʼ Ἀπόλλων, |
| 604 | Primary Μουσάων θʼ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ. |
| 605 | Primary αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο, |
| 606 | Primary οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος, |
| 607 | Primary ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις |
| 608 | Primary Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι· |
| 609 | Primary Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊʼ Ὀλύμπιος ἀστεροπητής, |
| 610 | Primary ἔνθα πάρος κοιμᾶθʼ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι· |
| 611 | Primary ἔνθα καθεῦδʼ ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη. |