Reader

Reader | Iliad, Book 2

Iliad

Homer

Book 2 | Primary edition: Monro and Allen

Text

Position

Line 1 of 877

Waypoints

Line RefMonro and Allen | Ancient Greek
1

Primary

ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ

2

Primary

εὗδον παννύχιοι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος,

3

Primary

ἀλλʼ ὅ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα

4

Primary

τιμήσῃ, ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.

5

Primary

ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,

6

Primary

πέμψαι ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον·

7

Primary

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

8

Primary

βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν·

9

Primary

ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο

10

Primary

πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω·

11

Primary

θωρῆξαί ἑ κέλευε κάρη κομόωντας Ἀχαιοὺς

12

Primary

πανσυδίῃ· νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν

13

Primary

Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες

14

Primary

ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας

15

Primary

Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται.

16

Primary

ὣς φάτο, βῆ δʼ ἄρʼ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε·

17

Primary

καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,

18

Primary

βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην Ἀγαμέμνονα· τὸν δὲ κίχανεν

19

Primary

εὕδοντʼ ἐν κλισίῃ, περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος.

20

Primary

στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς

21

Primary

Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖʼ Ἀγαμέμνων·

22

Primary

τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος·

23

Primary

εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·

24

Primary

οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα

25

Primary

ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·

26

Primary

νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,

27

Primary

ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει.

28

Primary

θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς

29

Primary

πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν

30

Primary

Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες

31

Primary

ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας

32

Primary

Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται

33

Primary

ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί, μηδέ σε λήθη

34

Primary

αἱρείτω εὖτʼ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.

35

Primary

ὣς ἄρα φωνήσας ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ

36

Primary

τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἅ ῥʼ οὐ τελέεσθαι ἔμελλον·

37

Primary

φῆ γὰρ ὅ γʼ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ

38

Primary

νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα·

39

Primary

θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεά τε στοναχάς τε

40

Primary

Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.

41

Primary

ἔγρετο δʼ ἐξ ὕπνου, θείη δέ μιν ἀμφέχυτʼ ὀμφή·

42

Primary

ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα

43

Primary

καλὸν νηγάτεον, περὶ δὲ μέγα βάλλετο φᾶρος·

44

Primary

ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,

45

Primary

ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον·

46

Primary

εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ

47

Primary

σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων·

48

Primary

ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον

49

Primary

Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν·

50

Primary

αὐτὰρ ὃ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε

51

Primary

κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς·

52

Primary

οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα·

53

Primary

βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων

54

Primary

Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος·

55

Primary

τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν·

56

Primary

κλῦτε φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος

57

Primary

ἀμβροσίην διὰ νύκτα· μάλιστα δὲ Νέστορι δίῳ

58

Primary

εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐῴκει·

59

Primary

στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν·

60

Primary

εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο·

61

Primary

οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,

62

Primary

ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε·

63

Primary

νῦν δʼ ἐμέθεν ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι,

64

Primary

ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει·

65

Primary

θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς

66

Primary

πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν

67

Primary

Τρώων· οὐ γὰρ ἔτʼ ἀμφὶς Ὀλύμπια δώματʼ ἔχοντες

68

Primary

ἀθάνατοι φράζονται· ἐπέγναμψεν γὰρ ἅπαντας

69

Primary

Ἥρη λισσομένη, Τρώεσσι δὲ κήδεʼ ἐφῆπται

70

Primary

ἐκ Διός· ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν· ὣς ὃ μὲν εἰπὼν

71

Primary

ᾤχετʼ ἀποπτάμενος, ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.

72

Primary

ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·

73

Primary

πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,

74

Primary

καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω·

75

Primary

ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.

76

Primary

ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη

77

Primary

Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,

78

Primary

ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

79

Primary

ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες

80

Primary

εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε

81

Primary

ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·

82

Primary

νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·

83

Primary

ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.

84

Primary

ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,

85

Primary

οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν

86

Primary

σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί.

87

Primary

ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων

88

Primary

πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,

89

Primary

βοτρυδὸν δὲ πέτονται ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν·

90

Primary

αἳ μέν τʼ ἔνθα ἅλις πεποτήαται, αἳ δέ τε ἔνθα·

91

Primary

ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων

92

Primary

ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο

93

Primary

ἰλαδὸν εἰς ἀγορήν· μετὰ δέ σφισιν ὄσσα δεδήει

94

Primary

ὀτρύνουσʼ ἰέναι Διὸς ἄγγελος· οἳ δʼ ἀγέροντο.

95

Primary

τετρήχει δʼ ἀγορή, ὑπὸ δὲ στεναχίζετο γαῖα

96

Primary

λαῶν ἱζόντων, ὅμαδος δʼ ἦν· ἐννέα δέ σφεας

97

Primary

κήρυκες βοόωντες ἐρήτυον, εἴ ποτʼ ἀϋτῆς

98

Primary

σχοίατʼ, ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.

99

Primary

σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας

100

Primary

παυσάμενοι κλαγγῆς· ἀνὰ δὲ κρείων Ἀγαμέμνων

101

Primary

ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.

102

Primary

Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,

103

Primary

αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ·

104

Primary

Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,

105

Primary

αὐτὰρ ὃ αὖτε Πέλοψ δῶκʼ Ἀτρέϊ ποιμένι λαῶν,

106

Primary

Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,

107

Primary

αὐτὰρ ὃ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι,

108

Primary

πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.

109

Primary

τῷ ὅ γʼ ἐρεισάμενος ἔπεʼ Ἀργείοισι μετηύδα·

110

Primary

ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος

111

Primary

Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,

112

Primary

σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν

113

Primary

Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι,

114

Primary

νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει

115

Primary

δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.

116

Primary

οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,

117

Primary

ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα

118

Primary

ἠδʼ ἔτι καὶ λύσει· τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.

119

Primary

αἰσχρὸν γὰρ τόδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι

120

Primary

μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν

121

Primary

ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι

122

Primary

ἀνδράσι παυροτέροισι, τέλος δʼ οὔ πώ τι πέφανται·

123

Primary

εἴ περ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε

124

Primary

ὅρκια πιστὰ ταμόντες ἀριθμηθήμεναι ἄμφω,

125

Primary

Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν,

126

Primary

ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί,

127

Primary

Τρώων δʼ ἄνδρα ἕκαστοι ἑλοίμεθα οἰνοχοεύειν,

128

Primary

πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο.

129

Primary

τόσσον ἐγώ φημι πλέας ἔμμεναι υἷας Ἀχαιῶν

130

Primary

Τρώων, οἳ ναίουσι κατὰ πτόλιν· ἀλλʼ ἐπίκουροι

131

Primary

πολλέων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες ἔασιν,

132

Primary

οἵ με μέγα πλάζουσι καὶ οὐκ εἰῶσʼ ἐθέλοντα

133

Primary

Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον.

134

Primary

ἐννέα δὴ βεβάασι Διὸς μεγάλου ἐνιαυτοί,

135

Primary

καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται·

136

Primary

αἳ δέ που ἡμέτεραί τʼ ἄλοχοι καὶ νήπια τέκνα

137

Primary

εἵατʼ ἐνὶ μεγάροις ποτιδέγμεναι· ἄμμι δὲ ἔργον

138

Primary

αὔτως ἀκράαντον οὗ εἵνεκα δεῦρʼ ἱκόμεσθα.

139

Primary

ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·

140

Primary

φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·

141

Primary

οὐ γὰρ ἔτι Τροίην αἱρήσομεν εὐρυάγυιαν.

142

Primary

ὣς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε

143

Primary

πᾶσι μετὰ πληθὺν ὅσοι οὐ βουλῆς ἐπάκουσαν·

144

Primary

κινήθη δʼ ἀγορὴ φὴ κύματα μακρὰ θαλάσσης

145

Primary

πόντου Ἰκαρίοιο, τὰ μέν τʼ Εὖρός τε Νότος τε

146

Primary

ὤρορʼ ἐπαΐξας πατρὸς Διὸς ἐκ νεφελάων.

147

Primary

ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον ἐλθὼν

148

Primary

λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν,

149

Primary

ὣς τῶν πᾶσʼ ἀγορὴ κινήθη· τοὶ δʼ ἀλαλητῷ

150

Primary

νῆας ἔπʼ ἐσσεύοντο, ποδῶν δʼ ὑπένερθε κονίη

151

Primary

ἵστατʼ ἀειρομένη· τοὶ δʼ ἀλλήλοισι κέλευον

152

Primary

ἅπτεσθαι νηῶν ἠδʼ ἑλκέμεν εἰς ἅλα δῖαν,

153

Primary

οὐρούς τʼ ἐξεκάθαιρον· ἀϋτὴ δʼ οὐρανὸν ἷκεν

154

Primary

οἴκαδε ἱεμένων· ὑπὸ δʼ ᾕρεον ἕρματα νηῶν.

155

Primary

ἔνθά κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη

156

Primary

εἰ μὴ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·

157

Primary

ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη,

158

Primary

οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν

159

Primary

Ἀργεῖοι φεύξονται ἐπʼ εὐρέα νῶτα θαλάσσης,

160

Primary

κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιεν

161

Primary

Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν

162

Primary

ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης·

163

Primary

ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων·

164

Primary

σοῖς ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,

165

Primary

μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.

166

Primary

ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη,

167

Primary

βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα·

168

Primary

καρπαλίμως δʼ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.

169

Primary

εὗρεν ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον

170

Primary

ἑσταότʼ· οὐδʼ ὅ γε νηὸς ἐϋσσέλμοιο μελαίνης

171

Primary

ἅπτετʼ, ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν·

172

Primary

ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·

173

Primary

διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ,

174

Primary

οὕτω δὴ οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν

175

Primary

φεύξεσθʼ ἐν νήεσσι πολυκλήϊσι πεσόντες,

176

Primary

κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιτε

177

Primary

Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλοὶ Ἀχαιῶν

178

Primary

ἐν Τροίῃ ἀπόλοντο φίλης ἀπὸ πατρίδος αἴης;

179

Primary

ἀλλʼ ἴθι νῦν κατὰ λαὸν Ἀχαιῶν, μηδʼ ἔτʼ ἐρώει,

180

Primary

σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον,

181

Primary

μηδὲ ἔα νῆας ἅλα δʼ ἑλκέμεν ἀμφιελίσσας.

182

Primary

ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,

183

Primary

βῆ δὲ θέειν, ἀπὸ δὲ χλαῖναν βάλε· τὴν δὲ κόμισσε

184

Primary

κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει·

185

Primary

αὐτὸς δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν

186

Primary

δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί·

187

Primary

σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.

188

Primary

ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη

189

Primary

τὸν δʼ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·

190

Primary

δαιμόνιʼ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,

191

Primary

ἀλλʼ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς·

192

Primary

οὐ γάρ πω σάφα οἶσθʼ οἷος νόος Ἀτρεΐωνος·

193

Primary

νῦν μὲν πειρᾶται, τάχα δʼ ἴψεται υἷας Ἀχαιῶν.

194

Primary

ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.

195

Primary

μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν·

196

Primary

θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,

197

Primary

τιμὴ δʼ ἐκ Διός ἐστι, φιλεῖ δέ ἑ μητίετα Ζεύς.

198

Primary

ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι,

199

Primary

τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ·

200

Primary

δαιμόνιʼ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,

201

Primary

οἳ σέο φέρτεροί εἰσι, σὺ δʼ ἀπτόλεμος καὶ ἄναλκις

202

Primary

οὔτέ ποτʼ ἐν πολέμῳ ἐναρίθμιος οὔτʼ ἐνὶ βουλῇ·

203

Primary

οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί·

204

Primary

οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,

205

Primary

εἷς βασιλεύς, ᾧ δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω

206

Primary

σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσι.

207

Primary

ὣς ὅ γε κοιρανέων δίεπε στρατόν· οἳ δʼ ἀγορὴν δὲ

208

Primary

αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων

209

Primary

ἠχῇ, ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης

210

Primary

αἰγιαλῷ μεγάλῳ βρέμεται, σμαραγεῖ δέ τε πόντος.

211

Primary

ἄλλοι μέν ῥʼ ἕζοντο, ἐρήτυθεν δὲ καθʼ ἕδρας·

212

Primary

Θερσίτης δʼ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,

213

Primary

ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη

214

Primary

μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐριζέμεναι βασιλεῦσιν,

215

Primary

ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν

216

Primary

ἔμμεναι· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε·

217

Primary

φολκὸς ἔην, χωλὸς δʼ ἕτερον πόδα· τὼ δέ οἱ ὤμω

218

Primary

κυρτὼ ἐπὶ στῆθος συνοχωκότε· αὐτὰρ ὕπερθε

219

Primary

φοξὸς ἔην κεφαλήν, ψεδνὴ δʼ ἐπενήνοθε λάχνη.

220

Primary

ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ·

221

Primary

τὼ γὰρ νεικείεσκε· τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ

222

Primary

ὀξέα κεκλήγων λέγʼ ὀνείδεα· τῷ δʼ ἄρʼ Ἀχαιοὶ

223

Primary

ἐκπάγλως κοτέοντο νεμέσσηθέν τʼ ἐνὶ θυμῷ.

224

Primary

αὐτὰρ ὃ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ·

225

Primary

Ἀτρεΐδη τέο δʼ αὖτʼ ἐπιμέμφεαι ἠδὲ χατίζεις;

226

Primary

πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες

227

Primary

εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ

228

Primary

πρωτίστῳ δίδομεν εὖτʼ ἂν πτολίεθρον ἕλωμεν.

229

Primary

ἦ ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι, ὅν κέ τις οἴσει

230

Primary

Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,

231

Primary

ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν,

232

Primary

ἠὲ γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι,

233

Primary

ἥν τʼ αὐτὸς ἀπονόσφι κατίσχεαι; οὐ μὲν ἔοικεν

234

Primary

ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.

235

Primary

ὦ πέπονες κάκʼ ἐλέγχεʼ Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοὶ

236

Primary

οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα, τόνδε δʼ ἐῶμεν

237

Primary

αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν, ὄφρα ἴδηται

238

Primary

ἤ ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί·

239

Primary

ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγʼ ἀμείνονα φῶτα

240

Primary

ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.

241

Primary

ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν, ἀλλὰ μεθήμων·

242

Primary

ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο·

243

Primary

ὣς φάτο νεικείων Ἀγαμέμνονα ποιμένα λαῶν,

244

Primary

Θερσίτης· τῷ δʼ ὦκα παρίστατο δῖος Ὀδυσσεύς,

245

Primary

καί μιν ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·

246

Primary

Θερσῖτʼ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής,

247

Primary

ἴσχεο, μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι βασιλεῦσιν·

248

Primary

οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον

249

Primary

ἔμμεναι, ὅσσοι ἅμʼ Ἀτρεΐδῃς ὑπὸ Ἴλιον ἦλθον.

250

Primary

τὼ οὐκ ἂν βασιλῆας ἀνὰ στόμʼ ἔχων ἀγορεύοις,

251

Primary

καί σφιν ὀνείδεά τε προφέροις, νόστόν τε φυλάσσοις.

252

Primary

οὐδέ τί πω σάφα ἴδμεν ὅπως ἔσται τάδε ἔργα,

253

Primary

ἢ εὖ ἦε κακῶς νοστήσομεν υἷες Ἀχαιῶν.

254

Primary

τὼ νῦν Ἀτρεΐδῃ Ἀγαμέμνονι ποιμένι λαῶν

255

Primary

ἧσαι ὀνειδίζων, ὅτι οἱ μάλα πολλὰ διδοῦσιν

256

Primary

ἥρωες Δαναοί· σὺ δὲ κερτομέων ἀγορεύεις.

257

Primary

ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·

258

Primary

εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι ὥς νύ περ ὧδε,

259

Primary

μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη,

260

Primary

μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην,

261

Primary

εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω,

262

Primary

χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει,

263

Primary

αὐτὸν δὲ κλαίοντα θοὰς ἐπὶ νῆας ἀφήσω

264

Primary

πεπλήγων ἀγορῆθεν ἀεικέσσι πληγῇσιν.

265

Primary

ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω

266

Primary

πλῆξεν· ὃ δʼ ἰδνώθη, θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ·

267

Primary

σμῶδιξ δʼ αἱματόεσσα μεταφρένου ἐξυπανέστη

268

Primary

σκήπτρου ὕπο χρυσέου· ὃ δʼ ἄρʼ ἕζετο τάρβησέν τε,

269

Primary

ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπομόρξατο δάκρυ.

270

Primary

οἳ δὲ καὶ ἀχνύμενοί περ ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν·

271

Primary

ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·

272

Primary

ὢ πόποι ἦ δὴ μυρίʼ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε

273

Primary

βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων·

274

Primary

νῦν δὲ τόδε μέγʼ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,

275

Primary

ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχʼ ἀγοράων.

276

Primary

οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ

277

Primary

νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.

278

Primary

ὣς φάσαν ἣ πληθύς· ἀνὰ δʼ ὃ πτολίπορθος Ὀδυσσεὺς

279

Primary

ἔστη σκῆπτρον ἔχων· παρὰ δὲ γλαυκῶπις Ἀθήνη

280

Primary

εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,

281

Primary

ὡς ἅμα θʼ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν

282

Primary

μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν·

283

Primary

ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

284

Primary

Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ

285

Primary

πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,

286

Primary

οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν

287

Primary

ἐνθάδʼ ἔτι στείχοντες ἀπʼ Ἄργεος ἱπποβότοιο

288

Primary

Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι.

289

Primary

ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες

290

Primary

ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.

291

Primary

ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι·

292

Primary

καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο

293

Primary

ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ, ὅν περ ἄελλαι

294

Primary

χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα·

295

Primary

ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς

296

Primary

ἐνθάδε μιμνόντεσσι· τὼ οὐ νεμεσίζομʼ Ἀχαιοὺς

297

Primary

ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν· ἀλλὰ καὶ ἔμπης

298

Primary

αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.

299

Primary

τλῆτε φίλοι, καὶ μείνατʼ ἐπὶ χρόνον ὄφρα δαῶμεν

300

Primary

ἢ ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.

301

Primary

εὖ γὰρ δὴ τόδε ἴδμεν ἐνὶ φρεσίν, ἐστὲ δὲ πάντες

302

Primary

μάρτυροι, οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι·

303

Primary

χθιζά τε καὶ πρωΐζʼ ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν

304

Primary

ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι,

305

Primary

ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμοὺς

306

Primary

ἕρδομεν ἀθανάτοισι τεληέσσας ἑκατόμβας

307

Primary

καλῇ ὑπὸ πλατανίστῳ ὅθεν ῥέεν ἀγλαὸν ὕδωρ·

308

Primary

ἔνθʼ ἐφάνη μέγα σῆμα· δράκων ἐπὶ νῶτα δαφοινὸς

309

Primary

σμερδαλέος, τόν ῥʼ αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ,

310

Primary

βωμοῦ ὑπαΐξας πρός ῥα πλατάνιστον ὄρουσεν.

311

Primary

ἔνθα δʼ ἔσαν στρουθοῖο νεοσσοί, νήπια τέκνα,

312

Primary

ὄζῳ ἐπʼ ἀκροτάτῳ πετάλοις ὑποπεπτηῶτες

313

Primary

ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα·

314

Primary

ἔνθʼ ὅ γε τοὺς ἐλεεινὰ κατήσθιε τετριγῶτας·

315

Primary

μήτηρ δʼ ἀμφεποτᾶτο ὀδυρομένη φίλα τέκνα·

316

Primary

τὴν δʼ ἐλελιξάμενος πτέρυγος λάβεν ἀμφιαχυῖαν.

317

Primary

αὐτὰρ ἐπεὶ κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτήν,

318

Primary

τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὅς περ ἔφηνε·

319

Primary

λᾶαν γάρ μιν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω·

320

Primary

ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν οἷον ἐτύχθη.

321

Primary

ὡς οὖν δεινὰ πέλωρα θεῶν εἰσῆλθʼ ἑκατόμβας,

322

Primary

Κάλχας δʼ αὐτίκʼ ἔπειτα θεοπροπέων ἀγόρευε·

323

Primary

τίπτʼ ἄνεῳ ἐγένεσθε κάρη κομόωντες Ἀχαιοί;

324

Primary

ἡμῖν μὲν τόδʼ ἔφηνε τέρας μέγα μητίετα Ζεὺς

325

Primary

ὄψιμον ὀψιτέλεστον, ὅου κλέος οὔ ποτʼ ὀλεῖται.

326

Primary

ὡς οὗτος κατὰ τέκνα φάγε στρουθοῖο καὶ αὐτὴν

327

Primary

ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν ἣ τέκε τέκνα,

328

Primary

ὣς ἡμεῖς τοσσαῦτʼ ἔτεα πτολεμίξομεν αὖθι,

329

Primary

τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν.

330

Primary

κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.

331

Primary

ἀλλʼ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ

332

Primary

αὐτοῦ εἰς ὅ κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.

333

Primary

ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον, ἀμφὶ δὲ νῆες

334

Primary

σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν,

335

Primary

μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο·

336

Primary

τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ·

337

Primary

ὦ πόποι ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε

338

Primary

νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.

339

Primary

πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;

340

Primary

ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν

341

Primary

σπονδαί τʼ ἄκρητοι καὶ δεξιαί, ᾗς ἐπέπιθμεν·

342

Primary

αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν, οὐδέ τι μῆχος

343

Primary

εὑρέμεναι δυνάμεσθα, πολὺν χρόνον ἐνθάδʼ ἐόντες.

344

Primary

Ἀτρεΐδη σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν

345

Primary

ἄρχευʼ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,

346

Primary

τούσδε δʼ ἔα φθινύθειν ἕνα καὶ δύο, τοί κεν Ἀχαιῶν

347

Primary

νόσφιν βουλεύωσʼ· ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν·

348

Primary

πρὶν Ἄργος δʼ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο

349

Primary

γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.

350

Primary

φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα

351

Primary

ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον

352

Primary

Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες

353

Primary

ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα σήματα φαίνων.

354

Primary

τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι

355

Primary

πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,

356

Primary

τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε.

357

Primary

εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι

358

Primary

ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,

359

Primary

ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.

360

Primary

ἀλλὰ ἄναξ αὐτός τʼ εὖ μήδεο πείθεό τʼ ἄλλῳ·

361

Primary

οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω·

362

Primary

κρῖνʼ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,

363

Primary

ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ, φῦλα δὲ φύλοις.

364

Primary

εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,

365

Primary

γνώσῃ ἔπειθʼ ὅς θʼ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν

366

Primary

ἠδʼ ὅς κʼ ἐσθλὸς ἔῃσι· κατὰ σφέας γὰρ μαχέονται.

367

Primary

γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,

368

Primary

ἦ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.

369

Primary

τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·

370

Primary

ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.

371

Primary

αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον

372

Primary

τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν·

373

Primary

τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος

374

Primary

χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.

375

Primary

ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν,

376

Primary

ὅς με μετʼ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.

377

Primary

καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης

378

Primary

ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων·

379

Primary

εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν, οὐκέτʼ ἔπειτα

380

Primary

Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδʼ ἠβαιόν.

381

Primary

νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.

382

Primary

εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω,

383

Primary

εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,

384

Primary

εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,

385

Primary

ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ.

386

Primary

οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδʼ ἠβαιὸν

387

Primary

εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.

388

Primary

ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν

389

Primary

ἀσπίδος ἀμφιβρότης, περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται·

390

Primary

ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.

391

Primary

ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω

392

Primary

μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα

393

Primary

ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδʼ οἰωνούς.

394

Primary

ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον ὡς ὅτε κῦμα

395

Primary

ἀκτῇ ἐφʼ ὑψηλῇ, ὅτε κινήσῃ Νότος ἐλθών,

396

Primary

προβλῆτι σκοπέλῳ· τὸν δʼ οὔ ποτε κύματα λείπει

397

Primary

παντοίων ἀνέμων, ὅτʼ ἂν ἔνθʼ ἢ ἔνθα γένωνται.

398

Primary

ἀνστάντες δʼ ὀρέοντο κεδασθέντες κατὰ νῆας,

399

Primary

κάπνισσάν τε κατὰ κλισίας, καὶ δεῖπνον ἕλοντο.

400

Primary

ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων

401

Primary

εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.

402

Primary

αὐτὰρ ὃ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων

403

Primary

πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,

404

Primary

κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,

405

Primary

Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,

406

Primary

αὐτὰρ ἔπειτʼ Αἴαντε δύω καὶ Τυδέος υἱόν,

407

Primary

ἕκτον δʼ αὖτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.

408

Primary

αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος·

409

Primary

ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.

410

Primary

βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο·

411

Primary

τοῖσιν δʼ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων·

412

Primary

Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων

413

Primary

μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν

414

Primary

πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον

415

Primary

αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,

416

Primary

Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι

417

Primary

χαλκῷ ῥωγαλέον· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι

418

Primary

πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.

419

Primary

ὣς ἔφατʼ, οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,

420

Primary

ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀμέγαρτον ὄφελλεν.

421

Primary

αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,

422

Primary

αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,

423

Primary

μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν

424

Primary

δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.

425

Primary

καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,

426

Primary

σπλάγχνα δʼ ἄρʼ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.

427

Primary

αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,

428

Primary

μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,

429

Primary

ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.

430

Primary

αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα

431

Primary

δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.

432

Primary

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

433

Primary

τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·

434

Primary

Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,

435

Primary

μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα, μηδʼ ἔτι δηρὸν

436

Primary

ἀμβαλλώμεθα ἔργον ὃ δὴ θεὸς ἐγγυαλίζει.

437

Primary

ἀλλʼ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων

438

Primary

λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,

439

Primary

ἡμεῖς δʼ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν

440

Primary

ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.

441

Primary

ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.

442

Primary

αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε

443

Primary

κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς·

444

Primary

οἳ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.

445

Primary

οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες

446

Primary

θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη

447

Primary

αἰγίδʼ ἔχουσʼ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,

448

Primary

τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,

449

Primary

πάντες ἐϋπλεκέες, ἑκατόμβοιος δὲ ἕκαστος·

450

Primary

σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν

451

Primary

ὀτρύνουσʼ ἰέναι· ἐν δὲ σθένος ὦρσεν ἑκάστῳ

452

Primary

καρδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.

453

Primary

τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι

454

Primary

ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.

455

Primary

ἠΰτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην

456

Primary

οὔρεος ἐν κορυφῇς, ἕκαθεν δέ τε φαίνεται αὐγή,

457

Primary

ὣς τῶν ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίοιο

458

Primary

αἴγλη παμφανόωσα διʼ αἰθέρος οὐρανὸν ἷκε.

459

Primary

τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ

460

Primary

χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων

461

Primary

Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα

462

Primary

ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι

463

Primary

κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών,

464

Primary

ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων

465

Primary

ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν

466

Primary

σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων.

467

Primary

ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι

468

Primary

μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ.

469

Primary

ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ

470

Primary

αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν

471

Primary

ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει,

472

Primary

τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ

473

Primary

ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες.

474

Primary

τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες

475

Primary

ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν,

476

Primary

ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα

477

Primary

ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων

478

Primary

ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,

479

Primary

Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι.

480

Primary

ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων

481

Primary

ταῦρος· ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομένῃσι·

482

Primary

τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ

483

Primary

ἐκπρεπέʼ ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσιν.

484

Primary

ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι·

485

Primary

ὑμεῖς γὰρ θεαί ἐστε πάρεστέ τε ἴστέ τε πάντα,

486

Primary

ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν οὐδέ τι ἴδμεν·

487

Primary

οἵ τινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·

488

Primary

πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,

489

Primary

οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματʼ εἶεν,

490

Primary

φωνὴ δʼ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη,

491

Primary

εἰ μὴ Ὀλυμπιάδες Μοῦσαι Διὸς αἰγιόχοιο

492

Primary

θυγατέρες μνησαίαθʼ ὅσοι ὑπὸ Ἴλιον ἦλθον·

493

Primary

ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας.

494

Primary

Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον

495

Primary

Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε,

496

Primary

οἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν

497

Primary

Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν,

498

Primary

Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν,

499

Primary

οἵ τʼ ἀμφʼ Ἅρμʼ ἐνέμοντο καὶ Εἰλέσιον καὶ Ἐρυθράς,

500

Primary

οἵ τʼ Ἐλεῶνʼ εἶχον ἠδʼ Ὕλην καὶ Πετεῶνα,

501

Primary

Ὠκαλέην Μεδεῶνά τʼ ἐϋκτίμενον πτολίεθρον,

502

Primary

Κώπας Εὔτρησίν τε πολυτρήρωνά τε Θίσβην,

503

Primary

οἵ τε Κορώνειαν καὶ ποιήενθʼ Ἁλίαρτον,

504

Primary

οἵ τε Πλάταιαν ἔχον ἠδʼ οἳ Γλισᾶντʼ ἐνέμοντο,

505

Primary

οἵ θʼ Ὑποθήβας εἶχον ἐϋκτίμενον πτολίεθρον,

506

Primary

Ὀγχηστόν θʼ ἱερὸν Ποσιδήϊον ἀγλαὸν ἄλσος,

507

Primary

οἵ τε πολυστάφυλον Ἄρνην ἔχον, οἵ τε Μίδειαν

508

Primary

Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ ἐσχατόωσαν·

509

Primary

τῶν μὲν πεντήκοντα νέες κίον, ἐν δὲ ἑκάστῃ

510

Primary

κοῦροι Βοιωτῶν ἑκατὸν καὶ εἴκοσι βαῖνον.

511

Primary

οἳ δʼ Ἀσπληδόνα ναῖον ἰδʼ Ὀρχομενὸν Μινύειον,

512

Primary

τῶν ἦρχʼ Ἀσκάλαφος καὶ Ἰάλμενος υἷες Ἄρηος

513

Primary

οὓς τέκεν Ἀστυόχη δόμῳ Ἄκτορος Ἀζεΐδαο,

514

Primary

παρθένος αἰδοίη ὑπερώϊον εἰσαναβᾶσα

515

Primary

Ἄρηϊ κρατερῷ· ὃ δέ οἱ παρελέξατο λάθρῃ·

516

Primary

τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.

517

Primary

αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον

518

Primary

υἷες Ἰφίτου μεγαθύμου Ναυβολίδαο,

519

Primary

οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν

520

Primary

Κρῖσάν τε ζαθέην καὶ Δαυλίδα καὶ Πανοπῆα,

521

Primary

οἵ τʼ Ἀνεμώρειαν καὶ Ὑάμπολιν ἀμφενέμοντο,

522

Primary

οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισὸν δῖον ἔναιον,

523

Primary

οἵ τε Λίλαιαν ἔχον πηγῇς ἔπι Κηφισοῖο·

524

Primary

τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

525

Primary

οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες,

526

Primary

Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀριστερὰ θωρήσσοντο.

527

Primary

Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας

528

Primary

μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας

529

Primary

ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,

530

Primary

ἐγχείῃ δʼ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς·

531

Primary

οἳ Κῦνόν τʼ ἐνέμοντʼ Ὀπόεντά τε Καλλίαρόν τε

532

Primary

Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς

533

Primary

Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·

534

Primary

τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο

535

Primary

Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης.

536

Primary

οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες

537

Primary

Χαλκίδα τʼ Εἰρέτριάν τε πολυστάφυλόν θʼ Ἱστίαιαν

538

Primary

Κήρινθόν τʼ ἔφαλον Δίου τʼ αἰπὺ πτολίεθρον,

539

Primary

οἵ τε Κάρυστον ἔχον ἠδʼ οἳ Στύρα ναιετάασκον,

540

Primary

τῶν αὖθʼ ἡγεμόνευʼ Ἐλεφήνωρ ὄζος Ἄρηος

541

Primary

Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.

542

Primary

τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες

543

Primary

αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι

544

Primary

θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·

545

Primary

τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

546

Primary

οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον

547

Primary

δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη

548

Primary

θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,

549

Primary

κὰδ δʼ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·

550

Primary

ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται

551

Primary

κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·

552

Primary

τῶν αὖθʼ ἡγεμόνευʼ υἱὸς Πετεῶο Μενεσθεύς.

553

Primary

τῷ δʼ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετʼ ἀνὴρ

554

Primary

κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας·

555

Primary

Νέστωρ οἶος ἔριζεν· ὃ γὰρ προγενέστερος ἦεν·

556

Primary

τῷ δʼ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο.

557

Primary

Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,

558

Primary

στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες.

559

Primary

οἳ δʼ Ἄργός τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν

560

Primary

Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας,

561

Primary

Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον,

562

Primary

οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν,

563

Primary

τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης

564

Primary

καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός·

565

Primary

τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς

566

Primary

Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος·

567

Primary

συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης·

568

Primary

τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.

569

Primary

οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον

570

Primary

ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς,

571

Primary

Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν

572

Primary

καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν,

573

Primary

οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν

574

Primary

Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο

575

Primary

Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν,

576

Primary

τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων

577

Primary

Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι

578

Primary

λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν

579

Primary

κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν

580

Primary

οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.

581

Primary

οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν,

582

Primary

Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην,

583

Primary

Βρυσειάς τʼ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς,

584

Primary

οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον,

585

Primary

οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον ἀμφενέμοντο,

586

Primary

τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος

587

Primary

ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο·

588

Primary

ἐν δʼ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθὼς

589

Primary

ὀτρύνων πόλεμον δέ· μάλιστα δὲ ἵετο θυμῷ

590

Primary

τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε.

591

Primary

οἳ δὲ Πύλον τʼ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν

592

Primary

καὶ Θρύον Ἀλφειοῖο πόρον καὶ ἐΰκτιτον Αἰπὺ

593

Primary

καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον

594

Primary

καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθά τε Μοῦσαι

595

Primary

ἀντόμεναι Θάμυριν τὸν Θρήϊκα παῦσαν ἀοιδῆς

596

Primary

Οἰχαλίηθεν ἰόντα παρʼ Εὐρύτου Οἰχαλιῆος·

597

Primary

στεῦτο γὰρ εὐχόμενος νικησέμεν εἴ περ ἂν αὐταὶ

598

Primary

Μοῦσαι ἀείδοιεν κοῦραι Διὸς αἰγιόχοιο·

599

Primary

αἳ δὲ χολωσάμεναι πηρὸν θέσαν, αὐτὰρ ἀοιδὴν

600

Primary

θεσπεσίην ἀφέλοντο καὶ ἐκλέλαθον κιθαριστύν·

601

Primary

τῶν αὖθʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ·

602

Primary

τῷ δʼ ἐνενήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.

603

Primary

οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ

604

Primary

Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί,

605

Primary

οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον

606

Primary

Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην

607

Primary

καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν

608

Primary

Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο,

609

Primary

τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ

610

Primary

ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ

611

Primary

Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.

612

Primary

αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων

613

Primary

νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον

614

Primary

Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.

615

Primary

οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον

616

Primary

ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα

617

Primary

πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,

618

Primary

τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ

619

Primary

νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί.

620

Primary

τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην

621

Primary

υἷες ὃ μὲν Κτεάτου, ὃ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε·

622

Primary

τῶν δʼ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·

623

Primary

τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς

624

Primary

υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.

625

Primary

οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων

626

Primary

νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,

627

Primary

τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ

628

Primary

Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,

629

Primary

ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς·

630

Primary

τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

631

Primary

αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,

632

Primary

οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον

633

Primary

καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,

634

Primary

οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο,

635

Primary

οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο·

636

Primary

τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·

637

Primary

τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.

638

Primary

Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,

639

Primary

οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην

640

Primary

Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·

641

Primary

οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,

642

Primary

οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·

643

Primary

τῷ δʼ ἐπὶ πάντʼ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·

644

Primary

τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

645

Primary

Κρητῶν δʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν,

646

Primary

οἳ Κνωσόν τʼ εἶχον Γόρτυνά τε τειχιόεσσαν,

647

Primary

Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον

648

Primary

Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,

649

Primary

ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.

650

Primary

τῶν μὲν ἄρʼ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε

651

Primary

Μηριόνης τʼ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·

652

Primary

τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.

653

Primary

Τληπόλεμος δʼ Ἡρακλεΐδης ἠΰς τε μέγας τε

654

Primary

ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,

655

Primary

οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες

656

Primary

Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.

657

Primary

τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,

658

Primary

ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,

659

Primary

τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος

660

Primary

πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν.

661

Primary

Τληπόλεμος δʼ ἐπεὶ οὖν τράφʼ ἐνὶ μεγάρῳ εὐπήκτῳ,

662

Primary

αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα

663

Primary

ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·

664

Primary

αἶψα δὲ νῆας ἔπηξε, πολὺν δʼ ὅ γε λαὸν ἀγείρας

665

Primary

βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι

666

Primary

υἱέες υἱωνοί τε βίης Ἡρακληείης.

667

Primary

αὐτὰρ ὅ γʼ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·

668

Primary

τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν

669

Primary

ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει,

670

Primary

καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων.

671

Primary

Νιρεὺς αὖ Σύμηθεν ἄγε τρεῖς νῆας ἐΐσας

672

Primary

Νιρεὺς Ἀγλαΐης υἱὸς Χαρόποιό τʼ ἄνακτος

673

Primary

Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε

674

Primary

τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα·

675

Primary

ἀλλʼ ἀλαπαδνὸς ἔην, παῦρος δέ οἱ εἵπετο λαός.

676

Primary

οἳ δʼ ἄρα Νίσυρόν τʼ εἶχον Κράπαθόν τε Κάσον τε

677

Primary

καὶ Κῶν Εὐρυπύλοιο πόλιν νήσους τε Καλύδνας,

678

Primary

τῶν αὖ Φείδιππός τε καὶ Ἄντιφος ἡγησάσθην

679

Primary

Θεσσαλοῦ υἷε δύω Ἡρακλεΐδαο ἄνακτος·

680

Primary

τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.

681

Primary

νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον,

682

Primary

οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνα νέμοντο,

683

Primary

οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα,

684

Primary

Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,

685

Primary

τῶν αὖ πεντήκοντα νεῶν ἦν ἀρχὸς Ἀχιλλεύς.

686

Primary

ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο·

687

Primary

οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο·

688

Primary

κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς

689

Primary

κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο,

690

Primary

τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας

691

Primary

Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης,

692

Primary

κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους,

693

Primary

υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος·

694

Primary

τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν.

695

Primary

οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα

696

Primary

Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων,

697

Primary

ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην,

698

Primary

τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε

699

Primary

ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα.

700

Primary

τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο

701

Primary

καὶ δόμος ἡμιτελής· τὸν δʼ ἔκτανε Δάρδανος ἀνὴρ

702

Primary

νηὸς ἀποθρῴσκοντα πολὺ πρώτιστον Ἀχαιῶν.

703

Primary

οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·

704

Primary

ἀλλά σφεας κόσμησε Ποδάρκης ὄζος Ἄρηος

705

Primary

Ἰφίκλου υἱὸς πολυμήλου Φυλακίδαο

706

Primary

αὐτοκασίγνητος μεγαθύμου Πρωτεσιλάου

707

Primary

ὁπλότερος γενεῇ· ὁ δʼ ἅμα πρότερος καὶ ἀρείων

708

Primary

ἥρως Πρωτεσίλαος ἀρήϊος· οὐδέ τι λαοὶ

709

Primary

δεύονθʼ ἡγεμόνος, πόθεόν γε μὲν ἐσθλὸν ἐόντα·

710

Primary

τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

711

Primary

οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην

712

Primary

Βοίβην καὶ Γλαφύρας καὶ ἐϋκτιμένην Ἰαωλκόν,

713

Primary

τῶν ἦρχʼ Ἀδμήτοιο φίλος πάϊς ἕνδεκα νηῶν

714

Primary

Εὔμηλος, τὸν ὑπʼ Ἀδμήτῳ τέκε δῖα γυναικῶν

715

Primary

Ἄλκηστις Πελίαο θυγατρῶν εἶδος ἀρίστη.

716

Primary

οἳ δʼ ἄρα Μηθώνην καὶ Θαυμακίην ἐνέμοντο

717

Primary

καὶ Μελίβοιαν ἔχον καὶ Ὀλιζῶνα τρηχεῖαν,

718

Primary

τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδὼς

719

Primary

ἑπτὰ νεῶν· ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα

720

Primary

ἐμβέβασαν τόξων εὖ εἰδότες ἶφι μάχεσθαι.

721

Primary

ἀλλʼ ὃ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων

722

Primary

Λήμνῳ ἐν ἠγαθέῃ, ὅθι μιν λίπον υἷες Ἀχαιῶν

723

Primary

ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου·

724

Primary

ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον

725

Primary

Ἀργεῖοι παρὰ νηυσὶ Φιλοκτήταο ἄνακτος.

726

Primary

οὐδὲ μὲν οὐδʼ οἳ ἄναρχοι ἔσαν, πόθεόν γε μὲν ἀρχόν·

727

Primary

ἀλλὰ Μέδων κόσμησεν Ὀϊλῆος νόθος υἱός,

728

Primary

τόν ῥʼ ἔτεκεν Ῥήνη ὑπʼ Ὀϊλῆϊ πτολιπόρθῳ.

729

Primary

οἳ δʼ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,

730

Primary

οἵ τʼ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος,

731

Primary

τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε

732

Primary

ἰητῆρʼ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·

733

Primary

τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.

734

Primary

οἳ δʼ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,

735

Primary

οἵ τʼ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα,

736

Primary

τῶν ἦρχʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·

737

Primary

τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

738

Primary

οἳ δʼ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,

739

Primary

Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν,

740

Primary

τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης

741

Primary

υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·

742

Primary

τόν ῥʼ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια

743

Primary

ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,

744

Primary

τοὺς δʼ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·

745

Primary

οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος

746

Primary

υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·

747

Primary

τοῖς δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

748

Primary

Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·

749

Primary

τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ

750

Primary

οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο,

751

Primary

οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο

752

Primary

ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,

753

Primary

οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,

754

Primary

ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον·

755

Primary

ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ.

756

Primary

Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,

757

Primary

οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον

758

Primary

ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε,

759

Primary

τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.

760

Primary

οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·

761

Primary

τίς τὰρ τῶν ὄχʼ ἄριστος ἔην σύ μοι ἔννεπε Μοῦσα

762

Primary

αὐτῶν ἠδʼ ἵππων, οἳ ἅμʼ Ἀτρεΐδῃσιν ἕποντο.

763

Primary

ἵπποι μὲν μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο,

764

Primary

τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὣς

765

Primary

ὄτριχας οἰέτεας σταφύλῇ ἐπὶ νῶτον ἐΐσας·

766

Primary

τὰς ἐν Πηρείῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων

767

Primary

ἄμφω θηλείας, φόβον Ἄρηος φορεούσας.

768

Primary

ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας

769

Primary

ὄφρʼ Ἀχιλεὺς μήνιεν· ὃ γὰρ πολὺ φέρτατος ἦεν,

770

Primary

ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα Πηλεΐωνα.

771

Primary

ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι

772

Primary

κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν

773

Primary

Ἀτρεΐδῃ· λαοὶ δὲ παρὰ ῥηγμῖνι θαλάσσης

774

Primary

δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες

775

Primary

τόξοισίν θʼ· ἵπποι δὲ παρʼ ἅρμασιν οἷσιν ἕκαστος

776

Primary

λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον

777

Primary

ἕστασαν· ἅρματα δʼ εὖ πεπυκασμένα κεῖτο ἀνάκτων

778

Primary

ἐν κλισίῃς· οἳ δʼ ἀρχὸν ἀρηΐφιλον ποθέοντες

779

Primary

φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατὸν οὐδὲ μάχοντο.

780

Primary

οἳ δʼ ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθὼν πᾶσα νέμοιτο·

781

Primary

γαῖα δʼ ὑπεστενάχιζε Διὶ ὣς τερπικεραύνῳ

782

Primary

χωομένῳ ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσῃ

783

Primary

εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς·

784

Primary

ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα

785

Primary

ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.

786

Primary

Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις

787

Primary

πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ·

788

Primary

οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι

789

Primary

πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες·

790

Primary

ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·

791

Primary

εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ,

792

Primary

ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς

793

Primary

τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος,

794

Primary

δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί·

795

Primary

τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις·

796

Primary

ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν,

797

Primary

ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν.

798

Primary

ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν,

799

Primary

ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα·

800

Primary

λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν

801

Primary

ἔρχονται πεδίοιο μαχησόμενοι προτὶ ἄστυ.

802

Primary

Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι·

803

Primary

πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι,

804

Primary

ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων·

805

Primary

τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει,

806

Primary

τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας.

807

Primary

ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν,

808

Primary

αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο·

809

Primary

πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς

810

Primary

πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.

811

Primary

ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη

812

Primary

ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα,

813

Primary

τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν,

814

Primary

ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης·

815

Primary

ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι.

816

Primary

Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ

817

Primary

Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι

818

Primary

λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι.

819

Primary

Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο

820

Primary

Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη

821

Primary

Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα,

822

Primary

οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε

823

Primary

Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.

824

Primary

οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης

825

Primary

ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο

826

Primary

Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς

827

Primary

Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.

828

Primary

οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ

829

Primary

καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ,

830

Primary

τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ

831

Primary

υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων

832

Primary

ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε

833

Primary

στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι

834

Primary

πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο.

835

Primary

οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο

836

Primary

καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην,

837

Primary

τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν,

838

Primary

Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι

839

Primary

αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.

840

Primary

Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων

841

Primary

τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·

842

Primary

τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος,

843

Primary

υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο.

844

Primary

αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως

845

Primary

ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει.

846

Primary

Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων

847

Primary

υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο.

848

Primary

αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους

849

Primary

τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος,

850

Primary

Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.

851

Primary

Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ

852

Primary

ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,

853

Primary

οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο

854

Primary

ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον

855

Primary

Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.

856

Primary

αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον

857

Primary

τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.

858

Primary

Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·

859

Primary

ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,

860

Primary

ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο

861

Primary

ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.

862

Primary

Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς

863

Primary

τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.

864

Primary

Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην

865

Primary

υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,

866

Primary

οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.

867

Primary

Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,

868

Primary

οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον

869

Primary

Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·

870

Primary

τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,

871

Primary

Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,

872

Primary

ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη

873

Primary

νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,

874

Primary

ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο

875

Primary

ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.

876

Primary

Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων

877

Primary

τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.

Text notes and edition context

Work

Iliad

The poem centers on Achilles' anger within the final weeks of the Trojan War and moves between battle spectacle, diplomatic failure, and grief.

Epic poem | Original language: Ancient Greek

Archaic Greek epic, traditionally placed around the 8th century BCE

You are reading Book 2.

Primary Edition

Monro and Allen

Ancient Greek | Verse

Oxford Classical Text Greek edition via Perseus

This is the Monro-Allen Greek text as distributed in the Perseus canonical repository.

Pilot canonical-spine import for Iliad source books with line-level CTS identity preserved.

Source family: Greek canonical pilot texts

PerseusDL canonical-greekLit | CC BY-SA 4.0 upstream canonical text

Pinned canonical Greek TEI imports staged as pilot source-of-truth readings.

CTS range: urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2:2.1 -> urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2:2.877

Pinned source commit: 91595f89e15b

Source path: data/tlg0012/tlg001/tlg0012.tlg001.perseus-grc2.xml

Primary source: Greek canonical pilot texts | PerseusDL canonical-greekLit.

Canonical pilot note: this original-language edition is currently imported for Book 2 only and carries line-level CTS URNs in the runtime corpus.