Reader
Reader | Iliad, Book 24
Iliad
Homer
Text
Position
Line 1 of 804
Waypoints
| Line Ref | Monro and Allen | Ancient Greek |
|---|---|
| 1 | Primary λῦτο δʼ ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι |
| 2 | Primary ἐσκίδναντʼ ἰέναι. τοὶ μὲν δόρποιο μέδοντο |
| 3 | Primary ὕπνου τε γλυκεροῦ ταρπήμεναι· αὐτὰρ Ἀχιλλεὺς |
| 4 | Primary κλαῖε φίλου ἑτάρου μεμνημένος, οὐδέ μιν ὕπνος |
| 5 | Primary ᾕρει πανδαμάτωρ, ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα |
| 6 | Primary Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ, |
| 7 | Primary ἠδʼ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα |
| 8 | Primary ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων· |
| 9 | Primary τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν, |
| 10 | Primary ἄλλοτʼ ἐπὶ πλευρὰς κατακείμενος, ἄλλοτε δʼ αὖτε |
| 11 | Primary ὕπτιος, ἄλλοτε δὲ πρηνής· τοτὲ δʼ ὀρθὸς ἀναστὰς |
| 12 | Primary δινεύεσκʼ ἀλύων παρὰ θῖνʼ ἁλός· οὐδέ μιν ἠὼς |
| 13 | Primary φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τʼ ἠϊόνας τε. |
| 14 | Primary ἀλλʼ ὅ γʼ ἐπεὶ ζεύξειεν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, |
| 15 | Primary Ἕκτορα δʼ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν, |
| 16 | Primary τρὶς δʼ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος |
| 17 | Primary αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δέ τʼ ἔασκεν |
| 18 | Primary ἐν κόνι ἐκτανύσας προπρηνέα· τοῖο δʼ Ἀπόλλων |
| 19 | Primary πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτʼ ἐλεαίρων |
| 20 | Primary καὶ τεθνηότα περ· περὶ δʼ αἰγίδι πάντα κάλυπτε |
| 21 | Primary χρυσείῃ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων. |
| 22 | Primary ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων· |
| 23 | Primary τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες, |
| 24 | Primary κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην. |
| 25 | Primary ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ |
| 26 | Primary οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ, |
| 27 | Primary ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ |
| 28 | Primary καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης, |
| 29 | Primary ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο, |
| 30 | Primary τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν. |
| 31 | Primary ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς, |
| 32 | Primary καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων· |
| 33 | Primary σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν |
| 34 | Primary Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων; |
| 35 | Primary τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι |
| 36 | Primary ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ |
| 37 | Primary καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα |
| 38 | Primary ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν. |
| 39 | Primary ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν, |
| 40 | Primary ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα |
| 41 | Primary γναμπτὸν ἐνὶ στήθεσσι, λέων δʼ ὣς ἄγρια οἶδεν, |
| 42 | Primary ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ |
| 43 | Primary εἴξας εἶσʼ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν· |
| 44 | Primary ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν, οὐδέ οἱ αἰδὼς |
| 45 | Primary γίγνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι. |
| 46 | Primary μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι |
| 47 | Primary ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν· |
| 48 | Primary ἀλλʼ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε· |
| 49 | Primary τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν. |
| 50 | Primary αὐτὰρ ὅ γʼ Ἕκτορα δῖον, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, |
| 51 | Primary ἵππων ἐξάπτων περὶ σῆμʼ ἑτάροιο φίλοιο |
| 52 | Primary ἕλκει· οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον. |
| 53 | Primary μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς· |
| 54 | Primary κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων. |
| 55 | Primary τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη· |
| 56 | Primary εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε |
| 57 | Primary εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν. |
| 58 | Primary Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν· |
| 59 | Primary αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος, ἣν ἐγὼ αὐτὴ |
| 60 | Primary θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν |
| 61 | Primary Πηλέϊ, ὃς περὶ κῆρι φίλος γένετʼ ἀθανάτοισι. |
| 62 | Primary πάντες δʼ ἀντιάασθε θεοὶ γάμου· ἐν δὲ σὺ τοῖσι |
| 63 | Primary δαίνυʼ ἔχων φόρμιγγα κακῶν ἕταρʼ, αἰὲν ἄπιστε. |
| 64 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· |
| 65 | Primary Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν· |
| 66 | Primary οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται· ἀλλὰ καὶ Ἕκτωρ |
| 67 | Primary φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν· |
| 68 | Primary ὣς γὰρ ἔμοιγʼ, ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων. |
| 69 | Primary οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης |
| 70 | Primary λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. |
| 71 | Primary ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν, οὐδέ πῃ ἔστι, |
| 72 | Primary λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα· ἦ γάρ οἱ αἰεὶ |
| 73 | Primary μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ. |
| 74 | Primary ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο, |
| 75 | Primary ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος, ὥς κεν Ἀχιλλεὺς |
| 76 | Primary δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θʼ Ἕκτορα λύσῃ. |
| 77 | Primary ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα, |
| 78 | Primary μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης |
| 79 | Primary ἔνθορε μείλανι πόντῳ· ἐπεστονάχησε δὲ λίμνη. |
| 80 | Primary ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν, |
| 81 | Primary ἥ τε κατʼ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα |
| 82 | Primary ἔρχεται ὠμηστῇσιν ἐπʼ ἰχθύσι κῆρα φέρουσα. |
| 83 | Primary εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δʼ ἄρʼ ἄλλαι |
| 84 | Primary εἵαθʼ ὁμηγερέες ἅλιαι θεαί· ἣ δʼ ἐνὶ μέσσῃς |
| 85 | Primary κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος, ὅς οἱ ἔμελλε |
| 86 | Primary φθίσεσθʼ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης. |
| 87 | Primary ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· |
| 88 | Primary ὄρσο Θέτι· καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς. |
| 89 | Primary τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· |
| 90 | Primary τίπτέ με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δὲ |
| 91 | Primary μίσγεσθʼ ἀθανάτοισιν, ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ. |
| 92 | Primary εἶμι μέν, οὐδʼ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ. |
| 93 | Primary ὣς ἄρα φωνήσασα κάλυμμʼ ἕλε δῖα θεάων |
| 94 | Primary κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος. |
| 95 | Primary βῆ δʼ ἰέναι, πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις |
| 96 | Primary ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα θαλάσσης. |
| 97 | Primary ἀκτὴν δʼ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην, |
| 98 | Primary εὗρον δʼ εὐρύοπα Κρονίδην, περὶ δʼ ἄλλοι ἅπαντες |
| 99 | Primary εἵαθʼ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες. |
| 100 | Primary ἣ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη. |
| 101 | Primary Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε |
| 102 | Primary καί ῥʼ εὔφρηνʼ ἐπέεσσι· Θέτις δʼ ὤρεξε πιοῦσα. |
| 103 | Primary τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· |
| 104 | Primary ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ, |
| 105 | Primary πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν· οἶδα καὶ αὐτός· |
| 106 | Primary ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σʼ εἵνεκα δεῦρο κάλεσσα. |
| 107 | Primary ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν |
| 108 | Primary Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ· |
| 109 | Primary κλέψαι δʼ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην· |
| 110 | Primary αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω |
| 111 | Primary αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων. |
| 112 | Primary αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον· |
| 113 | Primary σκύζεσθαί οἱ εἰπὲ θεούς, ἐμὲ δʼ ἔξοχα πάντων |
| 114 | Primary ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν |
| 115 | Primary Ἕκτορʼ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσεν, |
| 116 | Primary αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ. |
| 117 | Primary αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω |
| 118 | Primary λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, |
| 119 | Primary δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν, τά κε θυμὸν ἰήνῃ. |
| 120 | Primary ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα, |
| 121 | Primary βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα, |
| 122 | Primary ἷξεν δʼ ἐς κλισίην οὗ υἱέος· ἔνθʼ ἄρα τόν γε |
| 123 | Primary εὗρʼ ἁδινὰ στενάχοντα· φίλοι δʼ ἀμφʼ αὐτὸν ἑταῖροι |
| 124 | Primary ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον· |
| 125 | Primary τοῖσι δʼ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο. |
| 126 | Primary ἣ δὲ μάλʼ ἄγχʼ αὐτοῖο καθέζετο πότνια μήτηρ, |
| 127 | Primary χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· |
| 128 | Primary τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων |
| 129 | Primary σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου |
| 130 | Primary οὔτʼ εὐνῆς; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι |
| 131 | Primary μίσγεσθʼ· οὐ γάρ μοι δηρὸν βέῃ, ἀλλά τοι ἤδη |
| 132 | Primary ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή. |
| 133 | Primary ἀλλʼ ἐμέθεν ξύνες ὦκα, Διὸς δέ τοι ἄγγελός εἰμι· |
| 134 | Primary σκύζεσθαι σοί φησι θεούς, ἑὲ δʼ ἔξοχα πάντων |
| 135 | Primary ἀθανάτων κεχολῶσθαι, ὅτι φρεσὶ μαινομένῃσιν |
| 136 | Primary Ἕκτορʼ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδʼ ἀπέλυσας. |
| 137 | Primary ἀλλʼ ἄγε δὴ λῦσον, νεκροῖο δὲ δέξαι ἄποινα. |
| 138 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 139 | Primary τῇδʼ εἴη· ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο, |
| 140 | Primary εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει. |
| 141 | Primary ὣς οἵ γʼ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς |
| 142 | Primary πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον. |
| 143 | Primary Ἶριν δʼ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν· |
| 144 | Primary βάσκʼ ἴθι Ἶρι ταχεῖα λιποῦσʼ ἕδος Οὐλύμποιο |
| 145 | Primary ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω |
| 146 | Primary λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, |
| 147 | Primary δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ |
| 148 | Primary οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. |
| 149 | Primary κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι |
| 150 | Primary ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις |
| 151 | Primary νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. |
| 152 | Primary μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος· |
| 153 | Primary τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην, |
| 154 | Primary ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. |
| 155 | Primary αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, |
| 156 | Primary οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει· |
| 157 | Primary οὔτε γάρ ἐστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων, |
| 158 | Primary ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός. |
| 159 | Primary ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα. |
| 160 | Primary ἷξεν δʼ ἐς Πριάμοιο, κίχεν δʼ ἐνοπήν τε γόον τε. |
| 161 | Primary παῖδες μὲν πατέρʼ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς |
| 162 | Primary δάκρυσιν εἵματʼ ἔφυρον, ὃ δʼ ἐν μέσσοισι γεραιὸς |
| 163 | Primary ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ |
| 164 | Primary κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος |
| 165 | Primary τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι. |
| 166 | Primary θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο |
| 167 | Primary τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ |
| 168 | Primary χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες. |
| 169 | Primary στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα |
| 170 | Primary τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα· |
| 171 | Primary θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει· |
| 172 | Primary οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω |
| 173 | Primary ἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι, |
| 174 | Primary ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει. |
| 175 | Primary λύσασθαί σʼ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον, |
| 176 | Primary δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ |
| 177 | Primary οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ. |
| 178 | Primary κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι |
| 179 | Primary ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις |
| 180 | Primary νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. |
| 181 | Primary μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος· |
| 182 | Primary τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης, |
| 183 | Primary ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. |
| 184 | Primary αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, |
| 185 | Primary οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει· |
| 186 | Primary οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων, |
| 187 | Primary ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός. |
| 188 | Primary ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, |
| 189 | Primary αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην |
| 190 | Primary ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς. |
| 191 | Primary αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα |
| 192 | Primary κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει· |
| 193 | Primary ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε· |
| 194 | Primary δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε |
| 195 | Primary λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, |
| 196 | Primary δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ. |
| 197 | Primary ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι; |
| 198 | Primary αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε |
| 199 | Primary κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν. |
| 200 | Primary ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ· |
| 201 | Primary ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ |
| 202 | Primary ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις; |
| 203 | Primary πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος |
| 204 | Primary ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς |
| 205 | Primary υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ. |
| 206 | Primary εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν |
| 207 | Primary ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει, |
| 208 | Primary οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν |
| 209 | Primary ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ |
| 210 | Primary γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή, |
| 211 | Primary ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων |
| 212 | Primary ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι |
| 213 | Primary ἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτο |
| 214 | Primary παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα, |
| 215 | Primary ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων |
| 216 | Primary ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς. |
| 217 | Primary τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής· |
| 218 | Primary μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ |
| 219 | Primary ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις. |
| 220 | Primary εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν, |
| 221 | Primary ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες, |
| 222 | Primary ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· |
| 223 | Primary νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην, |
| 224 | Primary εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα |
| 225 | Primary τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων |
| 226 | Primary βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς |
| 227 | Primary ἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην. |
| 228 | Primary ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν· |
| 229 | Primary ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους, |
| 230 | Primary δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, |
| 231 | Primary τόσσα δὲ φάρεα λευκά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας. |
| 232 | Primary χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα, |
| 233 | Primary ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας, |
| 234 | Primary ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες |
| 235 | Primary ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ |
| 236 | Primary φείσατʼ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δʼ ἤθελε θυμῷ |
| 237 | Primary λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας |
| 238 | Primary αἰθούσης ἀπέεργεν ἔπεσσʼ αἰσχροῖσιν ἐνίσσων· |
| 239 | Primary ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν |
| 240 | Primary οἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες; |
| 241 | Primary ἦ ὀνόσασθʼ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκε |
| 242 | Primary παῖδʼ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες· |
| 243 | Primary ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε |
| 244 | Primary κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε |
| 245 | Primary πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε |
| 246 | Primary ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω. |
| 247 | Primary ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξω |
| 248 | Primary σπερχομένοιο γέροντος· ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα |
| 249 | Primary νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον |
| 250 | Primary Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην |
| 251 | Primary Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν· |
| 252 | Primary ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε· |
| 253 | Primary σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθʼ ἅμα πάντες |
| 254 | Primary Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι. |
| 255 | Primary ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους |
| 256 | Primary Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι, |
| 257 | Primary Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην |
| 258 | Primary Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει |
| 259 | Primary ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο. |
| 260 | Primary τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται |
| 261 | Primary ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι |
| 262 | Primary ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες. |
| 263 | Primary οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα, |
| 264 | Primary ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο; |
| 265 | Primary ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν |
| 266 | Primary ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην |
| 267 | Primary καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς, |
| 268 | Primary κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον |
| 269 | Primary πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός· |
| 270 | Primary ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ. |
| 271 | Primary καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ |
| 272 | Primary πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον, |
| 273 | Primary τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα |
| 274 | Primary ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν. |
| 275 | Primary ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης |
| 276 | Primary νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα, |
| 277 | Primary ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς, |
| 278 | Primary τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα. |
| 279 | Primary ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς |
| 280 | Primary αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ. |
| 281 | Primary τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι |
| 282 | Primary κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες· |
| 283 | Primary ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷ |
| 284 | Primary οἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι |
| 285 | Primary χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην· |
| 286 | Primary στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· |
| 287 | Primary τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι |
| 288 | Primary ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς |
| 289 | Primary ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης. |
| 290 | Primary ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι |
| 291 | Primary Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται, |
| 292 | Primary αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ |
| 293 | Primary φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, |
| 294 | Primary δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας |
| 295 | Primary τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων. |
| 296 | Primary εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς, |
| 297 | Primary οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην |
| 298 | Primary νῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα. |
| 299 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής· |
| 300 | Primary ὦ γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω. |
| 301 | Primary ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ. |
| 302 | Primary ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ ὃ γεραιὸς |
| 303 | Primary χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη |
| 304 | Primary χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα. |
| 305 | Primary νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο· |
| 306 | Primary εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον |
| 307 | Primary οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα· |
| 308 | Primary Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε |
| 309 | Primary δός μʼ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν, |
| 310 | Primary πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ |
| 311 | Primary φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, |
| 312 | Primary δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας |
| 313 | Primary τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων. |
| 314 | Primary ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς |
| 315 | Primary αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν |
| 316 | Primary μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν. |
| 317 | Primary ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται |
| 318 | Primary ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα, |
| 319 | Primary τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι |
| 320 | Primary δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες |
| 321 | Primary γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. |
| 322 | Primary σπερχόμενος δʼ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου, |
| 323 | Primary ἐκ δʼ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου. |
| 324 | Primary πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην, |
| 325 | Primary τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων· αὐτὰρ ὄπισθεν |
| 326 | Primary ἵπποι, τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε |
| 327 | Primary καρπαλίμως κατὰ ἄστυ· φίλοι δʼ ἅμα πάντες ἕποντο |
| 328 | Primary πόλλʼ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα. |
| 329 | Primary οἳ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο, |
| 330 | Primary οἳ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο |
| 331 | Primary παῖδες καὶ γαμβροί, τὼ δʼ οὐ λάθον εὐρύοπα Ζῆν |
| 332 | Primary ἐς πεδίον προφανέντε· ἰδὼν δʼ ἐλέησε γέροντα, |
| 333 | Primary αἶψα δʼ ἄρʼ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα· |
| 334 | Primary Ἑρμεία, σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν |
| 335 | Primary ἀνδρὶ ἑταιρίσσαι, καί τʼ ἔκλυες ᾧ κʼ ἐθέλῃσθα, |
| 336 | Primary βάσκʼ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν |
| 337 | Primary ὣς ἄγαγʼ, ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃ |
| 338 | Primary τῶν ἄλλων Δαναῶν, πρὶν Πηλεΐωνα δʼ ἱκέσθαι. |
| 339 | Primary ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης. |
| 340 | Primary αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα |
| 341 | Primary ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν |
| 342 | Primary ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο· |
| 343 | Primary εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει |
| 344 | Primary ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει· |
| 345 | Primary τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης. |
| 346 | Primary αἶψα δʼ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε, |
| 347 | Primary βῆ δʼ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς |
| 348 | Primary πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη. |
| 349 | Primary οἳ δʼ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν, |
| 350 | Primary στῆσαν ἄρʼ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν |
| 351 | Primary ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν. |
| 352 | Primary τὸν δʼ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ |
| 353 | Primary Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε· |
| 354 | Primary φράζεο Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται. |
| 355 | Primary ἄνδρʼ ὁρόω, τάχα δʼ ἄμμε διαρραίσεσθαι ὀΐω. |
| 356 | Primary ἀλλʼ ἄγε δὴ φεύγωμεν ἐφʼ ἵππων, ἤ μιν ἔπειτα |
| 357 | Primary γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κʼ ἐλεήσῃ. |
| 358 | Primary ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δʼ αἰνῶς, |
| 359 | Primary ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι, |
| 360 | Primary στῆ δὲ ταφών· αὐτὸς δʼ ἐριούνιος ἐγγύθεν ἐλθὼν |
| 361 | Primary χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε· |
| 362 | Primary πῇ πάτερ ὧδʼ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις |
| 363 | Primary νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι; |
| 364 | Primary οὐδὲ σύ γʼ ἔδεισας μένεα πνείοντας Ἀχαιούς, |
| 365 | Primary οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι; |
| 366 | Primary τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν |
| 367 | Primary τοσσάδʼ ὀνείατʼ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη; |
| 368 | Primary οὔτʼ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ, |
| 369 | Primary ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. |
| 370 | Primary ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον |
| 371 | Primary σεῦ ἀπαλεξήσαιμι· φίλῳ δέ σε πατρὶ ἐΐσκω. |
| 372 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· |
| 373 | Primary οὕτω πῃ τάδε γʼ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις. |
| 374 | Primary ἀλλʼ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα, |
| 375 | Primary ὅς μοι τοιόνδʼ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι |
| 376 | Primary αἴσιον, οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός, |
| 377 | Primary πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων. |
| 378 | Primary τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· |
| 379 | Primary ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες. |
| 380 | Primary ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, |
| 381 | Primary ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ |
| 382 | Primary ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ, |
| 383 | Primary ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν |
| 384 | Primary δειδιότες· τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε |
| 385 | Primary σὸς πάϊς· οὐ μὲν γάρ τι μάχης ἐπιδεύετʼ Ἀχαιῶν. |
| 386 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· |
| 387 | Primary τίς δὲ σύ ἐσσι φέριστε τέων δʼ ἔξεσσι τοκήων; |
| 388 | Primary ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες. |
| 389 | Primary τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· |
| 390 | Primary πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον. |
| 391 | Primary τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ |
| 392 | Primary ὀφθαλμοῖσιν ὄπωπα, καὶ εὖτʼ ἐπὶ νηυσὶν ἐλάσσας |
| 393 | Primary Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ· |
| 394 | Primary ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν· οὐ γὰρ Ἀχιλλεὺς |
| 395 | Primary εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι. |
| 396 | Primary τοῦ γὰρ ἐγὼ θεράπων, μία δʼ ἤγαγε νηῦς εὐεργής· |
| 397 | Primary Μυρμιδόνων δʼ ἔξειμι, πατὴρ δέ μοί ἐστι Πολύκτωρ. |
| 398 | Primary ἀφνειὸς μὲν ὅ γʼ ἐστί, γέρων δὲ δὴ ὡς σύ περ ὧδε, |
| 399 | Primary ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ οἱ ἕβδομός εἰμι· |
| 400 | Primary τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδʼ ἕπεσθαι. |
| 401 | Primary νῦν δʼ ἦλθον πεδίον δʼ ἀπὸ νηῶν· ἠῶθεν γὰρ |
| 402 | Primary θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί. |
| 403 | Primary ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται |
| 404 | Primary ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν. |
| 405 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· |
| 406 | Primary εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος |
| 407 | Primary εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον, |
| 408 | Primary ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη |
| 409 | Primary ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς. |
| 410 | Primary τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· |
| 411 | Primary ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδʼ οἰωνοί, |
| 412 | Primary ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ |
| 413 | Primary αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς |
| 414 | Primary κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ |
| 415 | Primary ἔσθουσʼ, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν. |
| 416 | Primary ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο |
| 417 | Primary ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ, |
| 418 | Primary οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν |
| 419 | Primary οἷον ἐερσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται, |
| 420 | Primary οὐδέ ποθι μιαρός· σὺν δʼ ἕλκεα πάντα μέμυκεν |
| 421 | Primary ὅσσʼ ἐτύπη· πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν. |
| 422 | Primary ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος |
| 423 | Primary καὶ νέκυός περ ἐόντος, ἐπεί σφι φίλος περὶ κῆρι. |
| 424 | Primary ὣς φάτο, γήθησεν δʼ ὃ γέρων, καὶ ἀμείβετο μύθῳ· |
| 425 | Primary ὦ τέκος, ἦ ῥʼ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι |
| 426 | Primary ἀθανάτοις, ἐπεὶ οὔ ποτʼ ἐμὸς πάϊς, εἴ ποτʼ ἔην γε, |
| 427 | Primary λήθετʼ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι· |
| 428 | Primary τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ. |
| 429 | Primary ἀλλʼ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον, |
| 430 | Primary αὐτόν τε ῥῦσαι, πέμψον δέ με σύν γε θεοῖσιν, |
| 431 | Primary ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι. |
| 432 | Primary τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· |
| 433 | Primary πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου, οὐδέ με πείσεις, |
| 434 | Primary ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι. |
| 435 | Primary τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι |
| 436 | Primary συλεύειν, μή μοί τι κακὸν μετόπισθε γένηται. |
| 437 | Primary σοὶ δʼ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην, |
| 438 | Primary ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων· |
| 439 | Primary οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο. |
| 440 | Primary ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους |
| 441 | Primary καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, |
| 442 | Primary ἐν δʼ ἔπνευσʼ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ. |
| 443 | Primary ἀλλʼ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο, |
| 444 | Primary οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο, |
| 445 | Primary τοῖσι δʼ ἐφʼ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης |
| 446 | Primary πᾶσιν, ἄφαρ δʼ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας, |
| 447 | Primary ἐς δʼ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρʼ ἐπʼ ἀπήνης. |
| 448 | Primary ἀλλʼ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο |
| 449 | Primary ὑψηλήν, τὴν Μυρμιδόνες ποίησαν ἄνακτι |
| 450 | Primary δοῦρʼ ἐλάτης κέρσαντες· ἀτὰρ καθύπερθεν ἔρεψαν |
| 451 | Primary λαχνήεντʼ ὄροφον λειμωνόθεν ἀμήσαντες· |
| 452 | Primary ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι |
| 453 | Primary σταυροῖσιν πυκινοῖσι· θύρην δʼ ἔχε μοῦνος ἐπιβλὴς |
| 454 | Primary εἰλάτινος, τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί, |
| 455 | Primary τρεῖς δʼ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων |
| 456 | Primary τῶν ἄλλων· Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσσεσκε καὶ οἶος· |
| 457 | Primary δή ῥα τόθʼ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι, |
| 458 | Primary ἐς δʼ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι, |
| 459 | Primary ἐξ ἵππων δʼ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε· |
| 460 | Primary ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα |
| 461 | Primary Ἑρμείας· σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν. |
| 462 | Primary ἀλλʼ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι, οὐδʼ Ἀχιλῆος |
| 463 | Primary ὀφθαλμοὺς εἴσειμι· νεμεσσητὸν δέ κεν εἴη |
| 464 | Primary ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην· |
| 465 | Primary τύνη δʼ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος, |
| 466 | Primary καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο |
| 467 | Primary λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς. |
| 468 | Primary ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον |
| 469 | Primary Ἑρμείας· Πρίαμος δʼ ἐξ ἵππων ἆλτο χαμᾶζε, |
| 470 | Primary Ἰδαῖον δὲ κατʼ αὖθι λίπεν· ὃ δὲ μίμνεν ἐρύκων |
| 471 | Primary ἵππους ἡμιόνους τε· γέρων δʼ ἰθὺς κίεν οἴκου, |
| 472 | Primary τῇ ῥʼ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος· ἐν δέ μιν αὐτὸν |
| 473 | Primary εὗρʼ, ἕταροι δʼ ἀπάνευθε καθήατο· τὼ δὲ δύʼ οἴω |
| 474 | Primary ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος |
| 475 | Primary ποίπνυον παρεόντε· νέον δʼ ἀπέληγεν ἐδωδῆς |
| 476 | Primary ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα. |
| 477 | Primary τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας, ἄγχι δʼ ἄρα στὰς |
| 478 | Primary χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας |
| 479 | Primary δεινὰς ἀνδροφόνους, αἵ οἱ πολέας κτάνον υἷας. |
| 480 | Primary ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη πυκινὴ λάβῃ, ὅς τʼ ἐνὶ πάτρῃ |
| 481 | Primary φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον |
| 482 | Primary ἀνδρὸς ἐς ἀφνειοῦ, θάμβος δʼ ἔχει εἰσορόωντας, |
| 483 | Primary ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα· |
| 484 | Primary θάμβησαν δὲ καὶ ἄλλοι, ἐς ἀλλήλους δὲ ἴδοντο. |
| 485 | Primary τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε· |
| 486 | Primary μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, |
| 487 | Primary τηλίκου ὥς περ ἐγών, ὀλοῷ ἐπὶ γήραος οὐδῷ· |
| 488 | Primary καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες |
| 489 | Primary τείρουσʼ, οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι. |
| 490 | Primary ἀλλʼ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων |
| 491 | Primary χαίρει τʼ ἐν θυμῷ, ἐπί τʼ ἔλπεται ἤματα πάντα |
| 492 | Primary ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα· |
| 493 | Primary αὐτὰρ ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους |
| 494 | Primary Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι. |
| 495 | Primary πεντήκοντά μοι ἦσαν ὅτʼ ἤλυθον υἷες Ἀχαιῶν· |
| 496 | Primary ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν, |
| 497 | Primary τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες. |
| 498 | Primary τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν· |
| 499 | Primary ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς, |
| 500 | Primary τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης |
| 501 | Primary Ἕκτορα· τοῦ νῦν εἵνεχʼ ἱκάνω νῆας Ἀχαιῶν |
| 502 | Primary λυσόμενος παρὰ σεῖο, φέρω δʼ ἀπερείσιʼ ἄποινα. |
| 503 | Primary ἀλλʼ αἰδεῖο θεοὺς Ἀχιλεῦ, αὐτόν τʼ ἐλέησον |
| 504 | Primary μνησάμενος σοῦ πατρός· ἐγὼ δʼ ἐλεεινότερός περ, |
| 505 | Primary ἔτλην δʼ οἷʼ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος, |
| 506 | Primary ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι. |
| 507 | Primary ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο· |
| 508 | Primary ἁψάμενος δʼ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα. |
| 509 | Primary τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο |
| 510 | Primary κλαῖʼ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς, |
| 511 | Primary αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ, ἄλλοτε δʼ αὖτε |
| 512 | Primary Πάτροκλον· τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει. |
| 513 | Primary αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς, |
| 514 | Primary καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων, |
| 515 | Primary αὐτίκʼ ἀπὸ θρόνου ὦρτο, γέροντα δὲ χειρὸς ἀνίστη |
| 516 | Primary οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον, |
| 517 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 518 | Primary ἆ δείλʼ, ἦ δὴ πολλὰ κάκʼ ἄνσχεο σὸν κατὰ θυμόν. |
| 519 | Primary πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος |
| 520 | Primary ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς |
| 521 | Primary υἱέας ἐξενάριξα; σιδήρειόν νύ τοι ἦτορ. |
| 522 | Primary ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης |
| 523 | Primary ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ· |
| 524 | Primary οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο· |
| 525 | Primary ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι |
| 526 | Primary ζώειν ἀχνυμένοις· αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί. |
| 527 | Primary δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει |
| 528 | Primary δώρων οἷα δίδωσι κακῶν, ἕτερος δὲ ἑάων· |
| 529 | Primary ᾧ μέν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος, |
| 530 | Primary ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ· |
| 531 | Primary ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε, |
| 532 | Primary καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει, |
| 533 | Primary φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν. |
| 534 | Primary ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα |
| 535 | Primary ἐκ γενετῆς· πάντας γὰρ ἐπʼ ἀνθρώπους ἐκέκαστο |
| 536 | Primary ὄλβῳ τε πλούτῳ τε, ἄνασσε δὲ Μυρμιδόνεσσι, |
| 537 | Primary καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν. |
| 538 | Primary ἀλλʼ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν, ὅττί οἱ οὔ τι |
| 539 | Primary παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων, |
| 540 | Primary ἀλλʼ ἕνα παῖδα τέκεν παναώριον· οὐδέ νυ τόν γε |
| 541 | Primary γηράσκοντα κομίζω, ἐπεὶ μάλα τηλόθι πάτρης |
| 542 | Primary ἧμαι ἐνὶ Τροίῃ, σέ τε κήδων ἠδὲ σὰ τέκνα. |
| 543 | Primary καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι· |
| 544 | Primary ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει |
| 545 | Primary καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων, |
| 546 | Primary τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι. |
| 547 | Primary αὐτὰρ ἐπεί τοι πῆμα τόδʼ ἤγαγον Οὐρανίωνες |
| 548 | Primary αἰεί τοι περὶ ἄστυ μάχαι τʼ ἀνδροκτασίαι τε. |
| 549 | Primary ἄνσχεο, μὴ δʼ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν· |
| 550 | Primary οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος, |
| 551 | Primary οὐδέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα. |
| 552 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· |
| 553 | Primary μή πω μʼ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ |
| 554 | Primary κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής, ἀλλὰ τάχιστα |
| 555 | Primary λῦσον ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα |
| 556 | Primary πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο, καὶ ἔλθοις |
| 557 | Primary σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας |
| 558 | Primary αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. |
| 559 | Primary τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 560 | Primary μηκέτι νῦν μʼ ἐρέθιζε γέρον· νοέω δὲ καὶ αὐτὸς |
| 561 | Primary Ἕκτορά τοι λῦσαι, Διόθεν δέ μοι ἄγγελος ἦλθε |
| 562 | Primary μήτηρ, ἥ μʼ ἔτεκεν, θυγάτηρ ἁλίοιο γέροντος. |
| 563 | Primary καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν, οὐδέ με λήθεις, |
| 564 | Primary ὅττι θεῶν τίς σʼ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν. |
| 565 | Primary οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν, οὐδὲ μάλʼ ἡβῶν, |
| 566 | Primary ἐς στρατόν· οὐδὲ γὰρ ἂν φυλάκους λάθοι, οὐδέ κʼ ὀχῆα |
| 567 | Primary ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων. |
| 568 | Primary τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς, |
| 569 | Primary μή σε γέρον οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω |
| 570 | Primary καὶ ἱκέτην περ ἐόντα, Διὸς δʼ ἀλίτωμαι ἐφετμάς. |
| 571 | Primary ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ. |
| 572 | Primary Πηλεΐδης δʼ οἴκοιο λέων ὣς ἆλτο θύραζε |
| 573 | Primary οὐκ οἶος, ἅμα τῷ γε δύω θεράποντες ἕποντο |
| 574 | Primary ἥρως Αὐτομέδων ἠδʼ Ἄλκιμος, οὕς ῥα μάλιστα |
| 575 | Primary τῖʼ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα, |
| 576 | Primary οἳ τόθʼ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε, |
| 577 | Primary ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος, |
| 578 | Primary κὰδ δʼ ἐπὶ δίφρου εἷσαν· ἐϋξέστου δʼ ἀπʼ ἀπήνης |
| 579 | Primary ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα. |
| 580 | Primary κὰδ δʼ ἔλιπον δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα, |
| 581 | Primary ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι. |
| 582 | Primary δμῳὰς δʼ ἐκκαλέσας λοῦσαι κέλετʼ ἀμφί τʼ ἀλεῖψαι |
| 583 | Primary νόσφιν ἀειράσας, ὡς μὴ Πρίαμος ἴδοι υἱόν, |
| 584 | Primary μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο |
| 585 | Primary παῖδα ἰδών, Ἀχιλῆϊ δʼ ὀρινθείη φίλον ἦτορ, |
| 586 | Primary καί ἑ κατακτείνειε, Διὸς δʼ ἀλίτηται ἐφετμάς. |
| 587 | Primary τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, |
| 588 | Primary ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα, |
| 589 | Primary αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας, |
| 590 | Primary σὺν δʼ ἕταροι ἤειραν ἐϋξέστην ἐπʼ ἀπήνην. |
| 591 | Primary ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, φίλον δʼ ὀνόμηνεν ἑταῖρον· |
| 592 | Primary μή μοι Πάτροκλε σκυδμαινέμεν, αἴ κε πύθηαι |
| 593 | Primary εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα |
| 594 | Primary πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα. |
| 595 | Primary σοὶ δʼ αὖ ἐγὼ καὶ τῶνδʼ ἀποδάσσομαι ὅσσʼ ἐπέοικεν. |
| 596 | Primary ἦ ῥα, καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς, |
| 597 | Primary ἕζετο δʼ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη |
| 598 | Primary τοίχου τοῦ ἑτέρου, ποτὶ δὲ Πρίαμον φάτο μῦθον· |
| 599 | Primary υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες, |
| 600 | Primary κεῖται δʼ ἐν λεχέεσσʼ· ἅμα δʼ ἠοῖ φαινομένηφιν |
| 601 | Primary ὄψεαι αὐτὸς ἄγων· νῦν δὲ μνησώμεθα δόρπου. |
| 602 | Primary καὶ γάρ τʼ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου, |
| 603 | Primary τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο |
| 604 | Primary ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες. |
| 605 | Primary τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπʼ ἀργυρέοιο βιοῖο |
| 606 | Primary χωόμενος Νιόβῃ, τὰς δʼ Ἄρτεμις ἰοχέαιρα, |
| 607 | Primary οὕνεκʼ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ· |
| 608 | Primary φῆ δοιὼ τεκέειν, ἣ δʼ αὐτὴ γείνατο πολλούς· |
| 609 | Primary τὼ δʼ ἄρα καὶ δοιώ περ ἐόντʼ ἀπὸ πάντας ὄλεσσαν. |
| 610 | Primary οἳ μὲν ἄρʼ ἐννῆμαρ κέατʼ ἐν φόνῳ, οὐδέ τις ἦεν |
| 611 | Primary κατθάψαι, λαοὺς δὲ λίθους ποίησε Κρονίων· |
| 612 | Primary τοὺς δʼ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες. |
| 613 | Primary ἣ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα. |
| 614 | Primary νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν |
| 615 | Primary ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς |
| 616 | Primary νυμφάων, αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο, |
| 617 | Primary ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει. |
| 618 | Primary ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ |
| 619 | Primary σίτου· ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα |
| 620 | Primary Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται. |
| 621 | Primary ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς |
| 622 | Primary σφάξʼ· ἕταροι δʼ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον, |
| 623 | Primary μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, |
| 624 | Primary ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. |
| 625 | Primary Αὐτομέδων δʼ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ |
| 626 | Primary καλοῖς ἐν κανέοισιν· ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς. |
| 627 | Primary οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. |
| 628 | Primary αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, |
| 629 | Primary ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζʼ Ἀχιλῆα |
| 630 | Primary ὅσσος ἔην οἷός τε· θεοῖσι γὰρ ἄντα ἐῴκει· |
| 631 | Primary αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς |
| 632 | Primary εἰσορόων ὄψίν τʼ ἀγαθὴν καὶ μῦθον ἀκούων. |
| 633 | Primary αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες, |
| 634 | Primary τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής· |
| 635 | Primary λέξον νῦν με τάχιστα διοτρεφές, ὄφρα καὶ ἤδη |
| 636 | Primary ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες· |
| 637 | Primary οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν |
| 638 | Primary ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν, |
| 639 | Primary ἀλλʼ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω |
| 640 | Primary αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον. |
| 641 | Primary νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον |
| 642 | Primary λαυκανίης καθέηκα· πάρος γε μὲν οὔ τι πεπάσμην. |
| 643 | Primary ἦ ῥʼ, Ἀχιλεὺς δʼ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε |
| 644 | Primary δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ |
| 645 | Primary πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας, |
| 646 | Primary χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. |
| 647 | Primary αἳ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι, |
| 648 | Primary αἶψα δʼ ἄρα στόρεσαν δοιὼ λέχεʼ ἐγκονέουσαι. |
| 649 | Primary τὸν δʼ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 650 | Primary ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε, μή τις Ἀχαιῶν |
| 651 | Primary ἐνθάδʼ ἐπέλθῃσιν βουληφόρος, οἵ τέ μοι αἰεὶ |
| 652 | Primary βουλὰς βουλεύουσι παρήμενοι, ἣ θέμις ἐστί· |
| 653 | Primary τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν, |
| 654 | Primary αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν, |
| 655 | Primary καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται. |
| 656 | Primary ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, |
| 657 | Primary ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον, |
| 658 | Primary ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω. |
| 659 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· |
| 660 | Primary εἰ μὲν δή μʼ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ, |
| 661 | Primary ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης. |
| 662 | Primary οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα, τηλόθι δʼ ὕλη |
| 663 | Primary ἀξέμεν ἐξ ὄρεος, μάλα δὲ Τρῶες δεδίασιν. |
| 664 | Primary ἐννῆμαρ μέν κʼ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν, |
| 665 | Primary τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός, |
| 666 | Primary ἑνδεκάτῃ δέ κε τύμβον ἐπʼ αὐτῷ ποιήσαιμεν, |
| 667 | Primary τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη. |
| 668 | Primary τὸν δʼ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· |
| 669 | Primary ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμʼ ὡς σὺ κελεύεις· |
| 670 | Primary σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας. |
| 671 | Primary ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος |
| 672 | Primary ἔλλαβε δεξιτερήν, μή πως δείσειʼ ἐνὶ θυμῷ. |
| 673 | Primary οἳ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο |
| 674 | Primary κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες, |
| 675 | Primary αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου· |
| 676 | Primary τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος. |
| 677 | Primary ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ |
| 678 | Primary εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· |
| 679 | Primary ἀλλʼ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν |
| 680 | Primary ὁρμαίνοντʼ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα |
| 681 | Primary νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς. |
| 682 | Primary στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· |
| 683 | Primary ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν, οἷον ἔθʼ εὕδεις |
| 684 | Primary ἀνδράσιν ἐν δηΐοισιν, ἐπεί σʼ εἴασεν Ἀχιλλεύς. |
| 685 | Primary καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο, πολλὰ δʼ ἔδωκας· |
| 686 | Primary σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα |
| 687 | Primary παῖδες τοὶ μετόπισθε λελειμμένοι, αἴ κʼ Ἀγαμέμνων |
| 688 | Primary γνώῃ σʼ Ἀτρεΐδης, γνώωσι δὲ πάντες Ἀχαιοί. |
| 689 | Primary ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων, κήρυκα δʼ ἀνίστη. |
| 690 | Primary τοῖσιν δʼ Ἑρμείας ζεῦξʼ ἵππους ἡμιόνους τε, |
| 691 | Primary ῥίμφα δʼ ἄρʼ αὐτὸς ἔλαυνε κατὰ στρατόν, οὐδέ τις ἔγνω. |
| 692 | Primary ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο |
| 693 | Primary Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, |
| 694 | Primary Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, |
| 695 | Primary Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν, |
| 696 | Primary οἳ δʼ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε |
| 697 | Primary ἵππους, ἡμίονοι δὲ νέκυν φέρον. οὐδέ τις ἄλλος |
| 698 | Primary ἔγνω πρόσθʼ ἀνδρῶν καλλιζώνων τε γυναικῶν, |
| 699 | Primary ἀλλʼ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ |
| 700 | Primary Πέργαμον εἰσαναβᾶσα φίλον πατέρʼ εἰσενόησεν |
| 701 | Primary ἑσταότʼ ἐν δίφρῳ, κήρυκά τε ἀστυβοώτην· |
| 702 | Primary τὸν δʼ ἄρʼ ἐφʼ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι· |
| 703 | Primary κώκυσέν τʼ ἄρʼ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ· |
| 704 | Primary ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορʼ ἰόντες, |
| 705 | Primary εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι |
| 706 | Primary χαίρετʼ, ἐπεὶ μέγα χάρμα πόλει τʼ ἦν παντί τε δήμῳ. |
| 707 | Primary ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνὴρ |
| 708 | Primary οὐδὲ γυνή· πάντας γὰρ ἀάσχετον ἵκετο πένθος· |
| 709 | Primary ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι. |
| 710 | Primary πρῶται τόν γʼ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ |
| 711 | Primary τιλλέσθην ἐπʼ ἄμαξαν ἐΰτροχον ἀΐξασαι |
| 712 | Primary ἁπτόμεναι κεφαλῆς· κλαίων δʼ ἀμφίσταθʼ ὅμιλος. |
| 713 | Primary καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα |
| 714 | Primary Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων, |
| 715 | Primary εἰ μὴ ἄρʼ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα· |
| 716 | Primary εἴξατέ μοι οὐρεῦσι διελθέμεν· αὐτὰρ ἔπειτα |
| 717 | Primary ἄσεσθε κλαυθμοῖο, ἐπὴν ἀγάγωμι δόμον δέ. |
| 718 | Primary ὣς ἔφαθʼ, οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ. |
| 719 | Primary οἳ δʼ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα, τὸν μὲν ἔπειτα |
| 720 | Primary τρητοῖς ἐν λεχέεσσι θέσαν, παρὰ δʼ εἷσαν ἀοιδοὺς |
| 721 | Primary θρήνων ἐξάρχους, οἵ τε στονόεσσαν ἀοιδὴν |
| 722 | Primary οἳ μὲν ἄρʼ ἐθρήνεον, ἐπὶ δὲ στενάχοντο γυναῖκες. |
| 723 | Primary τῇσιν δʼ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο |
| 724 | Primary Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα· |
| 725 | Primary ἆνερ ἀπʼ αἰῶνος νέος ὤλεο, κὰδ δέ με χήρην |
| 726 | Primary λείπεις ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως |
| 727 | Primary ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι, οὐδέ μιν οἴω |
| 728 | Primary ἥβην ἵξεσθαι· πρὶν γὰρ πόλις ἥδε κατʼ ἄκρης |
| 729 | Primary πέρσεται· ἦ γὰρ ὄλωλας ἐπίσκοπος, ὅς τέ μιν αὐτὴν |
| 730 | Primary ῥύσκευ, ἔχες δʼ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα, |
| 731 | Primary αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι, |
| 732 | Primary καὶ μὲν ἐγὼ μετὰ τῇσι· σὺ δʼ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ |
| 733 | Primary ἕψεαι, ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο |
| 734 | Primary ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου, ἤ τις Ἀχαιῶν |
| 735 | Primary ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον |
| 736 | Primary χωόμενος, ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ |
| 737 | Primary ἢ πατέρʼ ἠὲ καὶ υἱόν, ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν |
| 738 | Primary Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας. |
| 739 | Primary οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ· |
| 740 | Primary τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ, |
| 741 | Primary ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας |
| 742 | Primary Ἕκτορ· ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά. |
| 743 | Primary οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας, |
| 744 | Primary οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος, οὗ τέ κεν αἰεὶ |
| 745 | Primary μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα. |
| 746 | Primary ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες. |
| 747 | Primary τῇσιν δʼ αὖθʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο· |
| 748 | Primary Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων, |
| 749 | Primary ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν· |
| 750 | Primary οἳ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ. |
| 751 | Primary ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς |
| 752 | Primary πέρνασχʼ ὅν τινʼ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο, |
| 753 | Primary ἐς Σάμον ἔς τʼ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν· |
| 754 | Primary σεῦ δʼ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ, |
| 755 | Primary πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμʼ ἑτάροιο |
| 756 | Primary Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδʼ ὧς. |
| 757 | Primary νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι |
| 758 | Primary κεῖσαι, τῷ ἴκελος ὅν τʼ ἀργυρότοξος Ἀπόλλων |
| 759 | Primary οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν. |
| 760 | Primary ὣς ἔφατο κλαίουσα, γόον δʼ ἀλίαστον ὄρινε. |
| 761 | Primary τῇσι δʼ ἔπειθʼ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο· |
| 762 | Primary Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων, |
| 763 | Primary ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής, |
| 764 | Primary ὅς μʼ ἄγαγε Τροίηνδʼ· ὡς πρὶν ὤφελλον ὀλέσθαι. |
| 765 | Primary ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν |
| 766 | Primary ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης· |
| 767 | Primary ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον· |
| 768 | Primary ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι |
| 769 | Primary δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων, |
| 770 | Primary ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί, |
| 771 | Primary ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες |
| 772 | Primary σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι. |
| 773 | Primary τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ· |
| 774 | Primary οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ |
| 775 | Primary ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν. |
| 776 | Primary ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων. |
| 777 | Primary λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν· |
| 778 | Primary ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ |
| 779 | Primary δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς |
| 780 | Primary πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν |
| 781 | Primary μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς. |
| 782 | Primary ὣς ἔφαθʼ, οἳ δʼ ὑπʼ ἀμάξῃσιν βόας ἡμιόνους τε |
| 783 | Primary ζεύγνυσαν, αἶψα δʼ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο. |
| 784 | Primary ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην· |
| 785 | Primary ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς, |
| 786 | Primary καὶ τότʼ ἄρʼ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες, |
| 787 | Primary ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν, ἐν δʼ ἔβαλον πῦρ. |
| 788 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 789 | Primary τῆμος ἄρʼ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός. |
| 790 | Primary αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο |
| 791 | Primary πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ |
| 792 | Primary πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα |
| 793 | Primary ὀστέα λευκὰ λέγοντο κασίγνητοί θʼ ἕταροί τε |
| 794 | Primary μυρόμενοι, θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν. |
| 795 | Primary καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες |
| 796 | Primary πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν. |
| 797 | Primary αἶψα δʼ ἄρʼ ἐς κοίλην κάπετον θέσαν, αὐτὰρ ὕπερθε |
| 798 | Primary πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι· |
| 799 | Primary ῥίμφα δὲ σῆμʼ ἔχεαν, περὶ δὲ σκοποὶ ἥατο πάντῃ, |
| 800 | Primary μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί. |
| 801 | Primary χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα |
| 802 | Primary εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα |
| 803 | Primary δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος. |
| 804 | Primary ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο. |