Reader
Reader | Orphic Hymns, Hymn 12
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 10
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 13.1 | Primary Ἀιθαλές, μακάρων τε θεῶν πάτερ ἠδὲ καὶ ἀνδρῶν, |
| 13.2 | Primary ποικιλόβουλ’, ἀμίαντε, μεγασθενές, ἄλκιμε Τιτάν· |
| 13.3 | Primary ὃς δαπανᾷς μὲν ἅπαντα καὶ αὔξεις ἔμπαλιν αὐτός· |
| 13.4 | Primary δεσμοὺς ἀρρήκτους ὃς ἔχεις κατ’ ἀπείρονα κόσμον, |
| 13.5 | Primary αἰῶνος Κρόνε παγγενέτορ, Κρόνε ποικιλόμυθε, 5 |
| 13.6 | Primary γαίης τε βλάστημα καὶ οὐρανοῦ ἀστερόεντος, |
| 13.7 | Primary γέννα, φυῆς, μείωσι, Ῥέας πόσι, σεμνὲ προμηθεῦ, |
| 13.8 | Primary ὃς ναίεις κατὰ πάντα μέρη κόσμοιο, γενάρχα, |
| 13.9 | Primary ἀγκυλομήτα, φέριστε· κλύων ἱκετηρίδα φωνὴν |
| 13.10 | Primary πέμποις εὐόλβου βιότου τέλος αἰὲν ἄμεμπτον. |