Reader
Reader | Orphic Hymns, Hymn 13
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 14
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 14.1 | Primary Πότνια Ῥέα, θύγατερ πολυμόρφου Πρωτογόνοιο, |
| 14.2 | Primary ᾗ λῖς ταυροφόνος ἱερότροχον ἅρμα τιταίνει, |
| 14.3 | Primary τυμπανόδουπε, φιλοιστρομανές, χαλκόκροτε κούρη, |
| 14.4 | Primary μῆτερ Ζηνὸς ἄνακτος Ὀλυμπίου, αἰγιόχοιο, |
| 14.5 | Primary πάντιμ’, ἀγλαόμορφε, Κρόνου σύλλεκτρε μάκαιρα· |
| 14.6 | Primary οὔρεσιν ἣ χαίρεις θνητῶν τ’ ὀλολύγμασι φρικτοῖς, |
| 14.7 | Primary παμβασίλεια Ῥέα, πολεμόκλονος, ὀμβριμόθυμε, |
| 14.8 | Primary ψευδομένη σώτειρα, λυτηριάς, ἀρχιγένεθλε· |
| 14.9 | Primary μήτηρ μέν τε θεῶν ἠδὲ θνητῶν ἀνθρώπων· |
| 14.10 | Primary ἐκ σοῦ γὰρ καὶ γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε |
| 14.11 | Primary καὶ πόντος πνοαί τε· φιλόδρομος, ἠερόμορφε· |
| 14.12 | Primary ἐλθέ, μάκαιρα θεά, σωτήριος εὔφρονι βουλῇ |
| 14.13 | Primary εἰρήνην κατάγουσα σὺν εὐόλβοις κτεάτεσσι, |
| 14.14 | Primary λύματα καὶ κῆρας πέμπουσ’ ἐπὶ τέρματα γαίης. |