Reader
Reader | Orphic Hymns, Hymn 14
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 11
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 15.1 | Primary Ζεῦ πολυτίμητε, Ζεῦ ἄφθιτε, τήνδε τοι ἡμεῖς, |
| 15.2 | Primary μαρτυρίην τιθέμεσθα λυτήριον ἠδὲ πρόσευξιν. |
| 15.3 | Primary ὦ βασιλεῦ, διὰ σὴν κεφαλὴν ἐφάνη τάδε ῥεῖα, |
| 15.4 | Primary γαῖα θεὰ μήτηρ ὀρέων θ’ ὑψηχέες ὄχθοι, |
| 15.5 | Primary καὶ πόντος καὶ πάνθ’, ὁπόσ’ οὐρανὸς ἐντὸς ἑέργει· |
| 15.6 | Primary Ζεῦ Κρόνιε, σκηπτοῦχε, καταιβάτα, ὀμβριμόθυμε, |
| 15.7 | Primary παντογένεθλ’, ἀρχὴ πάντων, πάντων τε τελευτή, |
| 15.8 | Primary σεισίχθων, αὐξητά, καθάρσιε, παντοτινάκτα, |
| 15.9 | Primary ἀστραπαῖε, βρονταῖε, κεραύνιε, φυτάλιε Ζεῦ· |
| 15.10 | Primary κλῦθί μευ, αἰολόμορφε, δίδου δ’ ὑγίειαν ἀμεμφῆ |
| 15.11 | Primary εἰρήνην τε θεὰν καὶ πλούτου δόξαν ἄμεμπτον. |