Reader
Reader | Orphic Hymns, Hymn 15
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 10
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 16.1 | Primary Κυανέοις κόλποισιν ἐνημένη, ἠερόμορφε, |
| 16.2 | Primary Ἥρη παμβασίλεια, Διὸς σύλλεκτρε μάκαιρα, |
| 16.3 | Primary ψυχοτρόφους αὔρας θνητοῖς παρέχουσα προσηνεῖς, |
| 16.4 | Primary ὄμβρων μὲν μήτηρ, ἀνέμων τροφέ, παντογένεθλε· |
| 16.5 | Primary χωρὶς γὰρ σέθεν οὐδὲν ὅλως ζωῆς φύσιν ἔγνω· |
| 16.6 | Primary κοινωνεῖς γὰρ ἅπασι κεκραμένη ἠέρι σεμνῷ· |
| 16.7 | Primary πάντων γὰρ κρατέεις μούνη πάντεσσί τ’ ἀνάσσεις |
| 16.8 | Primary ἠερίοις ῥοίζοισι τινασσομένη κατὰ χεῦμα. |
| 16.9 | Primary ἀλλά, μάκαιρα θεά, πολυώνυμε, παμβασίλεια, |
| 16.10 | Primary ἔλθοις εὐμενέουσα καλῷ γήθοντι προσώπῳ. |