Reader
Reader | Orphic Hymns, Hymn 16
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 10
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 17.1 | Primary Κλῦθι, Ποσειδάον γαιήοχε, κυανοχαῖτα, |
| 17.2 | Primary ἵππιε, χαλκοτόρευτον ἔχων χείρεσσι τρίαιναν, |
| 17.3 | Primary ὃς ναίεις πόντοιο βαθυστέρνοιο θέμεθλα, |
| 17.4 | Primary ποντομέδων, ἁλίδουπε, βαρύκτυπος, ἐννοσίγαιε, |
| 17.5 | Primary κυμοθαλές, χαριτῶπα, τετράορον ἅρμα διώκων, |
| 17.6 | Primary εἰναλίοις ῥοίζοισι τινάσσων ἁλμυρὸν ὕδωρ, |
| 17.7 | Primary ὃς τριτάτης ἔλαχες μοίρης βαθὺ χεῦμα θαλάσσης, |
| 17.8 | Primary κύμασι τερπόμενος, θηρσίν θ’ ἅμα, πότνιε δαῖμον· |
| 17.9 | Primary ἕδρανα γῆς σῴζοις καὶ νηῶν εὔδρομον ὁρμήν, |
| 17.10 | Primary εἰρήνην, ὑγίειαν ἄγων, ἠδ’ ὄλβον ἀμεμφῆ. |