Reader
Reader | Orphic Hymns, Hymn 1
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 14
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 2.1 | Primary Κλῦθί μοι, ὦ πολύσεμνε θεά, πολυώνυμε δαῖμον, |
| 2.2 | Primary ὠδίνων ἐπαρωγέ, λεχῶν ἡδεῖα πρόσοψι, |
| 2.3 | Primary θηλειῶν σώτειρα, μόνη φιλόπαις, ἀγανόφρον, |
| 2.4 | Primary ὠκυλόχεια, παροῦσα νέαις θνητῶν, Προθυραία, |
| 2.5 | Primary κλειδοῦχ’, εὐάντητε, φιλοτρόφε, πᾶσι προσηνές, |
| 2.6 | Primary ἣ κατέχεις οἴκους πάντων θαλίαις τε γέγηθας, |
| 2.7 | Primary λυσίζων’, ἀφανής, ἔργοισι δὲ φαίνῃ ἅπασι, |
| 2.8 | Primary συμπάσχεις ὠδῖσι καὶ εὐτοκίῃσι γέγηθας, |
| 2.9 | Primary Εἰλείθυια, λύουσα πόνους δειναῖς ἐν ἀνάγκαις∙ |
| 2.10 | Primary μούνην γὰρ σὲ καλοῦσι λεχοί, ψυχῆς ἀνάπαυμα∙ |
| 2.11 | Primary ἐν γὰρ σοὶ τοκετῶν λαθικηδέες εἰσιν ἀνῖαι. |
| 2.12 | Primary Ἄρτεμις Εἰλείθυια, καὶ ἡ σεμνὴ Προθυραία. |
| 2.13 | Primary κλῦθι μάκαιρα, δίδου δὲ γονὰς ἐπαρωγὸς ἐοῦσα |
| 2.14 | Primary καὶ σῶζ’, ὥσπερ ἔφυς αἰεὶ σώτειρα προπάντων. |