Reader
Reader | Orphic Hymns, Hymn 2
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 14
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 3.1 | Primary Νύκτα θεῶν γενέτειραν ἀείσομαι ἠδὲ καὶ ἀνδρῶν. |
| 3.2 | Primary Νὺξ γένεσις πάντων, ἣν καὶ Κύπριν καλέσωμεν. |
| 3.3 | Primary κλῦθι, μάκαιρα θεά, κυαναυγής, ἀστεροφεγγές, |
| 3.4 | Primary ἡσυχίῃ χαίρουσα καὶ ἠρεμίῃ πολυύπνῳ, |
| 3.5 | Primary εὐφροσύνη, τερπνή, φιλοπάννυχε, μῆτερ ὀνείρων, |
| 3.6 | Primary ληθομέριμν’, ἀγαθή τε πόνων ἀνάπαυσιν ἔχουσα, |
| 3.7 | Primary ὑπνοδότειρα, φίλη πάντων, ἐλάσιππε, νυχαυγές, |
| 3.8 | Primary ἡμιτελές, χθονία ἠδ’ οὐρανία πάλιν αὐτή, |
| 3.9 | Primary ἐγκυκλίη, παίκτειρα διώγμασιν ἠεροφοίτοις, |
| 3.10 | Primary ἣ φάος ἐκπέμπεις ὑπὸ νέρτερα καὶ πάλι φεύγεις |
| 3.11 | Primary εἰς Ἀίδην∙ δεινὴ γὰρ ἀνάγκη πάντα κρατύνει. |
| 3.12 | Primary νῦν δέ, μάκαιρ’ ὦ Νύξ, πολυόλβιε, πᾶσι ποθεινή, |
| 3.13 | Primary εὐάντητε, κλύουσα ἱκετηρίδα φωνὴν |
| 3.14 | Primary ἔλθοις εὐμενέουσα, φόβους δ’ ἀπόπεμπε νυχαυγεῖς. |