Reader
Reader | Orphic Hymns, Hymn 23
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 12
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 24.1 | Primary Νηρέος εἰναλίου νύμφαι καλυκώπιδες, ἁγναί, |
| 24.2 | Primary φρικαλέαι, βύθιαι, χοροπαίγμονες, ὑγροκέλευθοι, |
| 24.3 | Primary πεντήκοντα κόραι περὶ κύμασι βακχεύουσαι, |
| 24.4 | Primary Τριτώνων ἐπ’ ὄχοισιν ἀγαλλόμεναι περὶ νῶτα |
| 24.5 | Primary θηροτύποις μορφαῖς, ὧν βόσκει σώματα πόντος· |
| 24.6 | Primary ἄλλοι θ’ οἳ ναίουσι βυθόν, Τριτώνιον οἶδμα, |
| 24.7 | Primary ὑδρόδομοι, σκιρτηταί, ἑλισσόμενοι περὶ κῦμα, |
| 24.8 | Primary ποντοπλάνοι δελφῖνες, ἁλιρρόθιοι, κυαναυγεῖς· |
| 24.9 | Primary ὑμᾶς κικλήσκω πέμπειν μύσταις πολὺν ὄλβον· |
| 24.10 | Primary ὑμεῖς γὰρ πρῶται τελετὴν ἀνεδείξατε σεμνὴν |
| 24.11 | Primary εὐιέρου Βάκχοιο καὶ ἁγνῆς Φερσεφονείης, |
| 24.12 | Primary Καλλιόπῃ σὺν μητρὶ καὶ Ἀπόλλωνι ἄνακτι. |