Reader
Reader | Orphic Hymns, Hymn 24
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 11
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 25.1 | Primary Πρωτέα κικλήσκω, πόντου κληῖδας ἔχοντα, |
| 25.2 | Primary πρωτογενῆ, πάσης φύσεως ἀρχὰς ὃς ἔφηνεν |
| 25.3 | Primary ὕλην ἀλλάσσων ἱερὴν ἰδέαις πολυμόρφοις, |
| 25.4 | Primary πάντιμος, πολύβουλος, ἐπιστάμενος τά τ’ ἐόντα |
| 25.5 | Primary ὅσσα τε πρόσθεν ἔην ὅσα τ’ ἔσσεται ὕστερον αὖτις· |
| 25.6 | Primary πάντα γὰρ αὐτὸς ἔχων μεταβάλλεται, οὐδέ τις ἄλλος |
| 25.7 | Primary ἀθανάτων, οἳ ἔχουσιν ἕδος ωιφόεντος Ὀλύμπου |
| 25.8 | Primary καὶ πόντον καὶ γαῖαν ἐνηέριοί τε ποτώνται· |
| 25.9 | Primary πάντα γὰρ ἐν Πρωτεῖ πρώτη φύσις ἐγκατέθηκε. |
| 25.10 | Primary ἀλλά, πάτερ, μόλε μυστιπόλοις ὁσίῃσι προνοίαις |
| 25.11 | Primary πέμπων εὐόλβου βιότου τέλος ἐσθλὸν ἐπ’ ἔργοις. |