Reader
Reader | Orphic Hymns, Hymn 25
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 11
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 26.1 | Primary Γαῖα θεά, μῆτερ μακάρων θνητῶν τ’ ἀνθρώπων, |
| 26.2 | Primary πάντροφε, πανδώτειρα, τελεσφόρε, παντολέτειρα, |
| 26.3 | Primary αὐξιθαλές, φερέκαρπε, καλαῖς ὥρῃσι βρύουσα· |
| 26.4 | Primary ἕδρανον ἀθανάτου κόσμου, πολυποίκιλε κούρη, |
| 26.5 | Primary ἣ λοχίαις ὠδῖσι κύεις καρπὸν πολυειδῆ, |
| 26.6 | Primary ἀιδίη, πολύσεπτε, βαθύστερν’, ὀλβιόμοιρε, |
| 26.7 | Primary ἡδυπνόοις χαίρουσα χλόαις, πολυάνθεμε δαῖμον, |
| 26.8 | Primary ὀμβροχαρές, περὶ τὴν κόσμος πολυδαίδαλος ἄστρων |
| 26.9 | Primary εἱλεῖται φύσει ἀενάῳ καὶ ῥεύμασι δεινοῖς. |
| 26.10 | Primary ἀλλά, μάκαιρα θεά, καρποὺς αὔξοις πολυγηθεῖς |
| 26.11 | Primary εὐμενὲς ἦτορ ἔχουσα, σὺν εὐόλβοισιν ἐν ὥραις. |