Reader
Reader | Orphic Hymns, Hymn 26
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 14
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 27.1 | Primary Ἀθανάτων θεότιμε θεῶν μῆτερ, τροφὲ πάντων, |
| 27.2 | Primary τῇδε μόλοις, κράντειρα θεά, σέο, πότνι’, ἐπ’ εὐχαῖς, |
| 27.3 | Primary ταυροφόνων ζεύξασα ταχύδρομον ἅρμα λεόντων, |
| 27.4 | Primary σκηπτοῦχε κλεινοῖο πόλου, πολυώνυμε, σεμνή, |
| 27.5 | Primary ἣ κατέχεις κόσμοιο μέσον θρόνον, οὕνεκεν αὐτὴ |
| 27.6 | Primary γαῖαν ἔχεις, θνητοῖσι τροφὰς παρέχουσα προσηνεῖς. |
| 27.7 | Primary ἐκ σέο δ’ ἀθανάτων τε γένος θνητῶν τ’ ἐλοχεύθη, |
| 27.8 | Primary σοὶ ποταμοὶ κρατέονται ἀεὶ καὶ πᾶσα θάλασσα, |
| 27.9 | Primary Ἰστίη αὐδαχθεῖσα· σὲ δ’ ὀλβοδότιν καλέουσι, |
| 27.10 | Primary παντοίων ἀγαθῶν θνητοῖς ὅτι δῶρα χαρίζῃ. |
| 27.11 | Primary ἔρχεο πρὸς τελετήν, ὦ πότνια, τυμπανοτερπές, |
| 27.12 | Primary πανδαμάτωρ, Φρυγίης, σώτειρα, Κρόνου συνόμευνε, |
| 27.13 | Primary Οὐρανόπαι, πρέσβειρα, βιοθρέπτειρα, φίλοιστρε· |
| 27.14 | Primary ἔρχεο γηθόσυνος, κεχαρημένη εὐσεβίῃσιν. |