Reader
Reader | Orphic Hymns, Hymn 27
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 12
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 28.1 | Primary Κλῦθί μευ, Ἑρμεία, Διὸς ἄγγελε, Μαιάδος υἱέ, |
| 28.2 | Primary παγκρατὲς ἦτορ ἔχων, ἐναγώνιε, κοίρανε θνητῶν, |
| 28.3 | Primary εὔφρον, ποικιλόβουλε, διάκτορε Ἀργειφόντα, |
| 28.4 | Primary πτηνοπέδιλε, φίλανδρε, λόγου θνητοῖσι προφῆτα, |
| 28.5 | Primary γυμνάσιν ὃς χαίρεις δολίαις τ’ ἀπάταις, στροφιοῦχε, |
| 28.6 | Primary ἑρμηνεῦ πάντων, κερδέμπορε, λυσιμέριμνε, |
| 28.7 | Primary ὃς χείρεσσιν ἔχεις εἰρήνης ὅπλον ἀμεμφές, |
| 28.8 | Primary Κωρυκιῶτα, μάκαρ, ἐριούνιε, ποικιλόμυθε, |
| 28.9 | Primary ἐργασίαις ἐπαρωγέ, φίλε θνητοῖς ἐν ἀνάγκαις, |
| 28.10 | Primary γλώσσης δεινὸν ὅπλον τὸ σεβάσμιον ἀνθρώποισι· |
| 28.11 | Primary κλῦθί μευ εὐχομένου, βιότου τέλος ἐσθλὸν ὀπάζων |
| 28.12 | Primary ἐργασίῃσι, λόγου χάρισιν, καὶ μνημοσύνῃσιν. |