Reader
Reader | Orphic Hymns, Hymn 28
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 20
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 29.1 | Primary Φερσεφόνη, θυγάτερ μεγάλου Διός, ἐλθέ, μάκαιρα, |
| 29.2 | Primary μουνογένεια θεά, κεχαρισμένα δ’ ἱερὰ δέξαι, |
| 29.3 | Primary Πλούτωνος πολύτιμε δάμαρ, κεδνή, βιοδῶτι, |
| 29.4 | Primary ἣ κατέχεις Ἀίδαο πύλας ὑπὸ κεύθεα γαίης, |
| 29.5 | Primary Πραξιδίκη, ἐρατοπλόκαμε, Δηοῦς θάλος ἁγνόν, |
| 29.6 | Primary Εὐμενίδων γενέτειρα, καταχθονίων βασίλεια, |
| 29.7 | Primary ἣν Ζεὺς ἀρρήτοισι γοναῖς τεκνώσατο κούρην, |
| 29.8 | Primary μῆτερ ἐριβρεμέτου πολυμόρφου Εὐβουλῆος, |
| 29.9 | Primary Ὡρῶν συμπαίκτειρα, φαεσφόρος, ἀγλαόμορφε· |
| 29.10 | Primary σεμνή, παντοκράτειρα, κόρη καρποῖσι βρύουσα, |
| 29.11 | Primary εὐφεγγής, κερόεσσα, μόνη θνητοῖσι ποθεινή, |
| 29.12 | Primary ἐαρινή, λειμωνιάσιν χαίρουσα πνοῇσιν, |
| 29.13 | Primary ἱερὸν ἐκφαίνουσα δέμας βλαστοῖς χλοοκάρποις, |
| 29.14 | Primary ἁρπαγιμαῖα λέχη μετοπωρινὰ νυμφευθεῖσα· |
| 29.15 | Primary ζωὴ καὶ θάνατος μούνη θνητοῖς πολυμόχθοις, |
| 29.16 | Primary Φερσεφόνη· φέρβεις γὰρ ἀεὶ καὶ πάντα φονεύεις. |
| 29.17 | Primary κλῦθι, μάκαιρα θεά, καρποὺς δ’ ἀνάπεμπ’ ἀπὸ γαίης |
| 29.18 | Primary εἰρήνῃ θάλλουσα καὶ ἠπιοχείρ’ ὑγιείῃ |
| 29.19 | Primary καὶ βίῳ εὐόλβῳ λιπαρὸν γῆρας κατάγοντι |
| 29.20 | Primary πρὸς σὸν χῶρον, ἄνασσα, καὶ εὐδύνατον Πλούτωνα. |