Reader
Reader | Orphic Hymns, Hymn 29
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 9
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 30.1 | Primary Κικλήσκω Διόνυσον ἐρίβρομον, εὐαστῆρα, |
| 30.2 | Primary πρωτόγονον, διφυῆ, τρίγονον, Βακχεῖον ἄνακτα, |
| 30.3 | Primary ἄγριον, ἄρρητον, κρύφιον, δικέρωτα, δίμορφον, |
| 30.4 | Primary κισσόβρυον, ταυρωπόν, ἀρήιον, εὔιον, ἁγνόν, |
| 30.5 | Primary ὠμάδιον, τριετῆ, βοτρυοτρόφον, ἐρνεσίπεπλον. |
| 30.6 | Primary Εὐβουλεῦ, πολύβουλε, Διὸς καὶ Φερσεφονείης |
| 30.7 | Primary ἀρρήτοις λέκτροισι τεκνωθείς, ἄμβροτε δαῖμον· |
| 30.8 | Primary κλῦθι, μάκαρ φωνῆς, ἡδὺς δ’ ἐπίπνευσον ἀμεμφής, |
| 30.9 | Primary εὐμενὲς ἦτορ ἔχων, σὺν ἐυζώνοισι τιθήναις. |