Reader
Reader | Orphic Hymns, Hymn 32
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 9
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 33.1 | Primary Εὐδύνατον καλέω Νίκην, θνητοῖσι ποθεινήν, |
| 33.2 | Primary ἣ μούνη λύει θνητῶν ἐναγώνιον ὁρμὴν |
| 33.3 | Primary καὶ στάσιν ἀλγινόεσσαν ἐπ’ ἀντιπάλοισι μάχῃσιν, |
| 33.4 | Primary ἐν πολέμοις κρίνουσα τροπαιούχοισιν ἐπ’ ἔργοις, |
| 33.5 | Primary οἷς ἂν ἐφορμαίνουσα φέρῃς γλυκερώτατον εὖχος· |
| 33.6 | Primary πάντων γὰρ κρατέεις, πάσης δ’ ἔριδος κλέος ἐσθλὸν |
| 33.7 | Primary Νίκῃ ἐπ' εὐδόξῳ κεῖται θαλίῃσι βρυάζον. |
| 33.8 | Primary ἀλλά, μάκαιρ’, ἔλθοις πεποθημένῳ ὄμματι φαιδρῷ, |
| 33.9 | Primary αἰεὶ ἐπ’ εὐδόξοις ἔργοις κλέος ἐσθλὸν ἄγουσα. |