Reader
Reader | Orphic Hymns, Hymn 33
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 27
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 34.1 | Primary Ἐλθέ, μάκαρ Παιάν, Τιτυοκτόνε, Φοῖβε Λυκωρεῦ, |
| 34.2 | Primary Μεμφῖτ’, ἀγλαότιμος, ἰήιος, ὀλβιοδῶτα, |
| 34.3 | Primary χρυσολύρη, σπερμεῖος, ἀρότριε, Πύθιε, Τιτάν. |
| 34.4 | Primary Γρυνεῖε, Σμινθεῦ, Πυθοκτόνε, Δελφικέ, μάντι, |
| 34.5 | Primary ἄγριε, φωσφόρε δαῖμον, ἐράσμιε, κύδιμε κοῦρε, |
| 34.6 | Primary κρουσιλύρη, χαροποιός, ἑκηβόλε, τοξοβέλεμνε, |
| 34.7 | Primary Βράγχιε καὶ Διδυμεῦ, Παταρήιε, Λοξία, ἁγνέ· |
| 34.8 | Primary Δήλι’ ἄναξ, πανδερκὲς ἔχων φαεσίμβροτον ὄμμα, |
| 34.9 | Primary χρυσοκόμη, καθαρὰς φήμας χρησμούς τ’ ἀναφαίνων· |
| 34.10 | Primary κλῦθί μευ εὐχομένου λαῶν ὕπερ εὔφρονι θυμῷ· |
| 34.11 | Primary τόνδε σὺ γὰρ λεύσσεις τὸν ἀπείριτον αἰθέρα πάντα |
| 34.12 | Primary γαῖαν τ’ ὀλβιόμοιρον ὕπερθέν καὶ δι’ ἀμολγοῦ, |
| 34.13 | Primary νυκτὸς ἐν ἡσυχίῃσιν ὑπ’ ἀστεροόμματου ὄρφνης |
| 34.14 | Primary ῥίζας νέρθε δέδορκας, ἔχεις δέ τε πείρατα κόσμου |
| 34.15 | Primary παντός· σοὶ δ’ ἀρχή τε τελευτή τ’ ἐστὶ μέλουσα. |
| 34.16 | Primary παντοθαλές, σὺ δὲ πάντα πόλον κιθάρῃ πολυκρέκτῳ |
| 34.17 | Primary ἁρμόζεις, ὁτὲ μὲν νεάτης ἐπὶ τέρματα βαίνων, |
| 34.18 | Primary ἄλλοτε δ’ αὖθ’ ὑπάτην, ποτὲ Δώριον ἐς διάκοσμον |
| 34.19 | Primary πάντα πόλον κιρνὰς κρίνεις βιοθρέμμονα φῦλα, |
| 34.20 | Primary ἁρμονίῃ κεράσας παγκόσμιον ἀνδράσι μοῖραν· |
| 34.21 | Primary μίξας χειμῶνα, θέρος τ’ ἴσον ἀμφοτέροισιν, |
| 34.22 | Primary ταῖς ὑπάτας χειμῶνα, θέρος νεάταις διακρίνας, |
| 34.23 | Primary Δώριον εἰς ἔαρος πολυηράτου ὥριον ἄνθος. |
| 34.24 | Primary ἔνθεν ἐπωνυμίην σε βροτοὶ κλῄζουσιν ἄνακτα, |
| 34.25 | Primary Πᾶνα, θεὸν δικέρωτ’, ἀνέμων συρίγμαθ’ ἱέντα· |
| 34.26 | Primary οὕνεκα παντὸς ἔχεις κόσμου σφρηγῖδα τυπῶτιν. |
| 34.27 | Primary κλῦθι, μάκαρ, σώζων μύστας ἱκετηρίδι φωνῇ. |